Ancient Greek · ~2 min
7.1 to 7.4
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 7.1-5-4
Not analysed yet
Ἐν ᾧ δὲ ταῦτά τε βασιλεὺς ἔπρασσε καὶ οἱ πρέσβεις οὗτοι ἐς Ἰταλίαν ἐστέλλοντο, ἐν τούτῳ Γότθοι, ἄλλων τε καὶ Ἀσιναρίου καὶ Γρίπα σφίσιν ἡγουμένων, στρατῷ πολλῷ ἐς Δαλματίαν ἧκον. ἐπειδή τε Σαλώνων ἄγχιστα ἵκοντο, Μαυρίκιος σφίσιν, ὁ Μούνδου υἱός, οὐκ ἐς παράταξιν, ἀλλ’ ἐπὶ κατασκοπῇ ἥκων ξὺν ὀλίγοις τισὶν ὑπηντίαζε. καρτερᾶς δὲ γενομένης τῆς ξυμβολῆς Γότθων μὲν οἱ πρῶτοι καὶ ἄριστοι ἔπεσον, Ῥωμαῖοι δὲ σχεδὸν ἅπαντες καὶ Μαυρίκιος ὁ στρατηγός. ἅπερ ἐπεὶ ἤκουσε Μοῦνδος περιώδυνός τε γενόμενος τῇ ξυμφορᾷ καὶ θυμῷ πολλῷ ἤδη ἐχόμενος, αὐτίκα μάλα ἐπὶ τοὺς πολεμίους οὐδενὶ κόσμῳ ᾔει.