Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ, Chapter 7
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 7.5
Not analysed yet
τῆς τε μάχης κρατερᾶς γεγενημένης τὴν Καδμείαν νίκην Ῥωμαίοις νικῆσαι ξυνέπεσε. τῶν μὲν γὰρ πολεμίων ἐνταῦθα οἱ πλεῖστοι ἔπεσον καὶ ἡ τροπὴ λαμπρὰ ἐγεγόνει, Μοῦνδος δὲ κτείνων τε καὶ ὅπῃ παρατύχοι ἑπόμενος καὶ κατέχειν τὴν διάνοιαν τῇ τοῦ παιδὸς ξυμφορᾷ ὡς ἥκιστα ἔχων ὑφ’ ὅτου δὴ τῶν φευγόντων πληγεὶς ἔπεσε, καὶ ἥ τε δίωξις ἐς τοῦτο ἐτελεύτα καὶ τὰ στρατόπεδα ἑκάτερα διελέλυτο.