Ancient Greek · ~7 min
7.10 to 7.18
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 7.10-2-18
Not analysed yet
οἱ δὲ πολιορκούμενοι τῷ τε λιμῷ ἤδη καὶ τῇ ἄλλῃ ἀπορίᾳ ὑπερφυῶς πιεζόμενοι, ἐπεὶ τό τε πάθος Δημητρίου εἶδον καὶ τοὺς λόγους ἅπαντας ἤκουσαν, ἀπογνόντες ἐλπίδος ἁπάσης ἔς τε οἰμωγὰς καὶ ἀμηχανίαν ἐνέπιπτον, ἦν τε ἡ πόλις θορύβου πολλοῦ καὶ κωκυτοῦ ἔμπλεως. Μετὰ δὲ καὶ Τουτίλας αὐτοὺς ξυγκαλέσας ἐς τὰς ἐπάλξεις ἔλεξε τοιάδε· “Οὐδεμίαν αἰτίαν ἢ μέμψιν ἐς ὑμᾶς ἔχοντες, ἄνδρες Νεαπολῖται, τανῦν ἐς πολιορκίαν τήνδε κατέστημεν, ἀλλ’ ὅπως ἐχθίστων ὑμᾶς ἀπαλλάξαντες δεσποτῶν οἷοί τε ὦμεν τάς τε χάριτας ὑμῖν ἐκτιννύναι, ὧνπερ ἡμᾶς δεδρακότες ἐν τῷδε τῷ πολέμῳ τὰ χαλεπώτατα πρὸς τῶν πολεμίων πεπόνθατε. μόνους γὰρ Ἰταλιωτῶν ὑμᾶς ἁπάντων εὔνοιάν τε τὴν μεγίστην ἐς Γότθων τὸ ἔθνος ἐπιδεδεῖχθαι καὶ ἀκουσίους μάλιστα ὑπὸ τοῖς ἐναντίοις γεγενῆσθαι ξυμβέβηκεν. ὥστε καὶ νῦν πολιορκεῖν ὑμᾶς ξὺν ἐκείνοις ἠναγκασμένοι τὸ πιστὸν ὑμῶν, ὡς τὸ εἰκός, αἰσχυνόμεθα, καίπερ οὐκ ἐπὶ τῷ πονηρῷ Νεαπολιτῶν τὴν προσεδρείαν ποιούμενοι. μὴ τοίνυν ἀχθόμενοι τοῖς ἐκ τῆς πολιορκίας δεινοῖς Γότθους οἴεσθε δεῖν δι’ ὀργῆς ἔχειν. οἱ γὰρ τοὺς φίλους εὐεργετεῖν ἐπειγόμενοι οὐδεμίαν αἰτίαν εἰσὶν ἄξιοι πρὸς αὐτῶν φέρεσθαι, κἂν μὴ διὰ τῶν πρὸς ἡδονὴν ἀναγκάζωνται τὴν πρὸς αὐτοὺς διαπράσσεσθαι χάριν. τῶν δὲ πολεμίων ὡς ἥκιστα ὑμᾶς δέος εἰσίτω, μηδὲ τοῖς προλαβοῦσιν ἠγμένοι κρατήσειν αὐτοὺς ἡμῶν οἴεσθε· τὰ γὰρ τοῦ βίου παράλογα τύχῃ τινὶ παρὰ δόξαν ἐλθόντα τῷ χρόνῳ αὖθις καταρρεῖν εἴωθεν. οὕτω δὲ ὑμῖν εὖνοι καθέσταμεν ὥστε καὶ Κόνωνα καὶ πάντας στρατιώτας κακῶν ἀπαθεῖς ὅπη βούλοιντο συγχωροῦμεν ἰέναι, ἤν γε τὴν πόλιν ἐνδόντες ἡμῖν ἐνθένδε ἀπαλλάσσοιντο, πάντα τὰ σφέτερα αὐτῶν ἔχοντας· καὶ ὑπὲρ τούτων ἡμᾶς καὶ τῆς Νεαπολιτῶν σωτηρίας ὀμεῖσθαι οὐδὲν κωλύσει.” Τουτίλας μὲν τοσαῦτα εἶπεν, ἐπῄνεσαν δὲ οἵ τε Νεαπολῖται καὶ οἱ ξὺν τῷ Κόνωνι στρατιῶται πάντες. πολλὴ γὰρ αὐτοὺς ἀνάγκη τοῦ λιμοῦ ἐπίεζε. πίστιν μέντοι ἐς βασιλέα φυλάσσοντες καὶ βοήθειάν τινα ἔτι παρέσεσθαι σφίσι καραδοκοῦντες τριάκοντα ἡμερῶν ὡμολόγουν ἐνδώσειν τὴν πόλιν.