Ancient Greek · ~2 min
7.19 to 7.20
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 7.19-2-20
Not analysed yet
Τουτίλας δὲ πᾶσαν αὐτοῖς ἐκ βασιλέως ἀνασοβεῖν ἐλπίδα ἐθέλων τριῶν μηνῶν ἔταξε χρόνον, ἐφ’ ᾧ δὴ μετὰ τοῦτον τὰ ὡμολογημένα ποιήσωσι. πρότερον δὲ οὐ προσβολήν τινα κατὰ τοῦ περιβόλου ποιήσεσθαι ἰσχυρίζετο, οὐδὲ ἄλλῃ τινὶ ἐπιβουλῇ ἐς αὐτοὺς χρῆσθαι. ταῦτα μὲν οὖν οὕτως ἐδέδοκτο. οἱ δὲ πολιορκούμενοι οὐκ ἀναμείναντες τὴν κυρίαν ʽλίαν γὰρ ἐβιάζοντο τῶν ἀναγκαίων τῇ ἀπορίἀ ὀλίγῳ ὕστερον τῇ πόλει Τουτίλαν τε καὶ τοὺς βαρβάρους ἐδέξαντο. καὶ ὁ χειμὼν ἔληγε, καὶ ὄγδοον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.