Ancient Greek · ~2 min
ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ, Chapter 7
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 7.15
Not analysed yet
οἱ μέντοι φίλοι ἀγχίνουν τε τὸν ἄνθρωπον ἐβούλοντο εἶναι καὶ ἅτε οἰκίας μὲν βασιλικῆς γεγονότα, εἰς βασιλείαν δὲ ἀναβεβηκότα, καὶ δύναμίν τε ἰσχυρὰν χρήματά τε μεγάλα ἐκ παιδὸς ἄχρι καὶ ἐς γῆρας περιβαλόμενον, εἶτα εἰς φυγήν τε καὶ δέος πολὺ ἐμπεσόντα καὶ κακοπάθειαν τὴν ἐν Παπούᾳ ὑποστάντα, καὶ νῦν ἐν αἰχμαλώτων λόγῳ ἥκοντα, πάντων τε ταύτῃ τῶν ἀπὸ τῆς τύχης ἀγαθῶν τε καὶ φλαύρων ἐν πείρᾳ γεγονότα, ἄλλου οὐδενὸς ἄξια τὰ ἀνθρώπινα ἢ γέλωτος πολλοῦ οἴεσθαι εἶναι.