Ancient Greek · ~5 min
7.9 to 7.14
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 7.9-2-14
Not analysed yet
ἐγὼ γάρ, ἐπειδὰν τάχιστα τὴν πίστιν δοίητε, ἐμαυτόν τε ὑμῖν ἐγχειριῶ καὶ συγγενεῖς τούσδε καὶ Βανδίλους ὅσοι ξὺν ἡμῖν ἐνταῦθά εἰσι.” Τοσαῦτα μὲν τῷ Γελίμερι ἐν τῇ ἐπιστολῇ τῇδε ἐγέγραπτο. Φάρας δὲ ταῦτά τε Βελισαρίῳ καὶ τὰ πρότερον γεγραμμένα σφίσι πρὸς ἀλλήλους σημήνας ἐδεῖτο ὡς τάχιστά οἱ δηλῶσαι ὅ τι ἂν αὐτῷ βουλομένῳ εἴη. Βελισάριος δὲ ʽκαὶ γάρ οἱ ἐν ἐπιθυμίᾳ μεγάλῃ ἦν ζῶντα Γελίμερα βασιλεῖ ἀγαγεῖν̓, ἐπεὶ τάχιστα τὰ γράμματα ἀνελέξατο, περιχαρής τε ἐγεγόνει καὶ Κυπριανὸν φοιδεράτων ἄρχοντα ἐς Παπούαν ἐκέλευεν ἰέναι ξὺν ἄλλοις τισίν, ὅρκους τε αὐτοῖς ἐπέστελλε περὶ σωτηρίας Γελίμερός τε καὶ τῶν ξὺν αὐτῷ διδόναι, καὶ ὡς ἐπίτιμός τε παρὰ βασιλεῖ καὶ οὐδενὸς ἐνδεὴς εἴη. οἵπερ ἐπεὶ παρὰ τὸν Φάραν ἀφίκοντο, ἦλθον ξὺν αὐτῷ ἔς τι χωρίον παρὰ τὸν τοῦ ὄρους πρόποδα, ἔνθα σφίσι Γελίμερ μετάπεμπτος ἦλθε καὶ τὰ πιστὰ λαβὼν ᾗπερ ἐβούλετο ἐς Καρχηδόνα σὺν αὐτοῖς ἧκεν. ἐτύγχανε δὲ Βελισάριος διατριβήν τινα ἐν τῷ τῆς πόλεως προαστείῳ ποιούμενος, ὅπερ Ἄκλας καλοῦσιν. ἔνθα δὴ ὁ Γελίμερ παρ’ αὐτὸν εἰσῆλθε, γελῶν γέλωτα οὔτε φαῦλον οὔτε κρύπτεσθαι ἱκανὸν ὄντα, τῶν τε αὐτὸν θεωμένων ἔνιοι μὲν τῇ τοῦ πάθους ὑπερβολῇ ἁπάντων τε αὐτὸν ἐκστῆναι τῶν κατὰ φύσιν ὑπώπτευον καὶ παραπαίοντα ἤδη λόγῳ οὐδενὶ τὸν γέλωτα ἔχειν.