Ancient Greek · ~2 min
ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 7
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 7.19
Not analysed yet
Μέγας δὲ κατὰ τάχος ἐς Βέροιαν ἥκων περιώδυνός τε τοῖς ξυμπεσοῦσι γενόμενος ᾐτιᾶτο Χοσρόην εἰργάσθαι Βεροιαίους ἀνόσια ἔργα, ὅτι δὴ αὐτὸν μὲν ἐς Ἀντιόχειαν ὡς ἐπὶ ταῖς σπονδαῖς στείλειε, τῶν δὲ πολιτῶν οὐδὲν τὸ παράπαν ἠδικηκότων τά τε χρήματα ἐληίσατο καὶ ἠνάγκασε σφᾶς αὐτοὺς ἐν τούτῳ δὴ τῷ φρουρίῳ καθεῖρξαι, οὕτω τε τὴν πόλιν ἐμπρήσας ἐς τὸ ἔδαφος οὐ δέον καθεῖλε.