Ancient Greek · ~7 min
7.20 to 7.29
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 7.20-29
Not analysed yet
πρὸς ταῦτα ὁ Χοσρόης ἀπεκρίνατο ὧδε “Τούτων μέντοι, ὦ ἑταῖρε, αὐτὸς αἴτιος, ἐνταῦθα ἀναγκάσας ἡμᾶς διατρῖψαι· οὐ γὰρ ἐν τῷ τεταγμένῳ καιρῷ, ἀλλὰ κατὰ πολὺ τούτου γε ὑστερήσας τανῦν ἀφῖξαι. τῶν δὲ σῶν πολιτῶν τὴν ἀτοπίαν τί ἄν τις ἐπὶ πλεῖστον, ὦ βέλτιστε, μακρολογοίη; οἵ γε τακτὸν ἡμῖν ὡμολογηκότες ἀργύριον δώσειν ὑπὲρ τῆς σφῶν αὐτῶν σωτηρίας, οὔπω καὶ νῦν ἐπιτελεῖν οἴονται δεῖν τὰ ξυγκείμενα, ἀλλ’ ἀνέδην οὕτω χωρίου ἰσχύϊ θαρσήσαντες περιορῶσιν ἡμᾶς ὡς μάλιστα ἠναγκας μένους ἐς φρουρίου πολιορκίαν, ὡς ὁρᾷς δήπου, καθίστασθαι. οὕς γε δὴ ἔγωγε ξὺν θεοῖς ἐλπίδα ἔχω ὀλίγῳ ὕστερον τίσασθαι, καὶ Περσῶν τῶν μοι οὐ δέον πρὸ τοῦδε τοῦ τείχους ἀπολωλότων τὴν κόλασιν ἐς τοὺς αἰτίους ἐπιτελέσειν.” ὁ μὲν Χοσρόης τοσαῦτα εἶπεν, ὁ Μέγας δὲ ἀμείβεται ὧδε “Εἰ μέν, ὅτι βασιλεὺς ἀνθρώποις οἰκτροῖς τε καὶ ἀτιμοτάτοις ταῦτα ἐπικαλεῖς, σκοπήσειεν ἄν τις, ἀνάγκη μηδὲν ἀντιλέγοντα τοῖς εἰρημένοις ὁμολογεῖν· τῇ γὰρ ἐξουσίᾳ τῇ ἄλλῃ καὶ τὸ τῷ λόγῳ κρατεῖν ἕπεσθαι πέφυκεν· ἢν δέ τῳ ἐξῇ τἄλλα ἀποσεισαμένῳ τὸν ἀληθῆ λόγον ἑλέσθαι, οὐδὲν ἂν ἡμῖν, ὦ βασιλεῦ, δικαίως ἐπικαλεῖν ἔχοις· ὅπως δὲ ἅπαντα ἀκούσῃ πρᾴως. ἐγὼ μὲν γάρ, ἐπειδὴ ἅπερ Ἀντιοχεῦσιν ἐπήγγελλες, δηλώσων ἐστάλην, ἑβδομαῖός σοι ἐς ὄψιν ἥκων ʽοὗ τί ἂν γενέσθαι δύναιτο θᾶσσον; ʼ ταῦτά σοι ἐξειργασμένα ἐς πατρίδα τὴν ἐμὴν εὗρον. οἱ δὲ δὴ πάντων ἤδη τῶν τιμιωτάτων ἐκστάντες, εἶτα ἐς τὸν περὶ ψυχῆς ἀγῶνα καθίστανται μόνον, κρείσσους, οἶμαι, γεγενημένοι ἤ σοί τι τὸ λοιπὸν τῶν χρημάτων εἰσφέρειν. τὸ γὰρ ἐκτιννύναι τι τῶν οὐ παρόντων ἀνθρώπῳ ἂν οὐδεμία μηχανὴ γένοιτο. πάλαι δὲ τοῖς ἀνθρώποις εὖ τε καὶ καλῶς διώρισται τὰ τῶν πραγμάτων ὀνόματα· ἐν οἶς καὶ τόδε ἐστίν, ἀγνωμοσύνης κεχωρίσθαι ἀσθένειαν. ἡ μὲν γὰρ τρόπου ἀκολασίᾳ ἐς τὸ ἀντιτείνειν χωροῦσα μισεῖσθαι, ὡς τὸ εἰκός, εἴωθεν, ἡ δὲ τῷ τῆς ὑπουργίας ἀδυνάτῳ ἐς ταὐτὸ τοῦτο ἐκφερομένη ἐλεεῖσθαι ἱκανῶς πέφυκεν.