Ancient Greek · ~2 min
8.1 to 8.2
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 8.1-2
Not analysed yet
Τότε δὲ βασιλεὺς Ἀναστάσιος πολιορκεῖσθαι μαθὼν Ἄμιδαν στράτευμα κατὰ τάχος διαρκὲς ἔπεμψεν. ἄρχοντες δὲ ἦσαν μὲν κατὰ συμμορίαν ἑκάστων, στρατηγοὶ δὲ ἅπασιν ἐφεστήκεσαν τέσσαρες, Ἀρεόβινδός τε, Ὀλυβρίου κηδεστής, τοῦ ἐν τῇ ἑσπερίᾳ βεβασιλευκότος ὀλίγῳ πρότερον, τῆς ἑῴας δὲ τότε στρατηγὸς ἐτύγχανεν ὤν· καὶ τῶν ἐν παλατίῳ ταγμάτων ἀρχηγὸς Κέλερ ʽμάγιστρον Ῥωμαῖοι τὴν ἀρχὴν καλεῖν νενομίκασιν̓· ἔτι μὴν καὶ οἱ τῶν ἐν Βυζαντίῳ στρατιωτῶν ἄρχοντες, Πατρίκιός τε ὁ Φρὺξ καὶ Ὑπάτιος ὁ βασιλέως ἀδελφιδοῦς· οὗτοι μὲν τέσσαρες στρατηγοὶ ἦσαν.