Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 8
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 8.3
Not analysed yet
ξυνῆν δὲ αὐτοῖς καὶ Ἰουστῖνος, ὃς δὴ ὕστερον Ἀναστασίου τελευτήσαντος ἐβασίλευσε, καὶ Πατρικιόλος ξὺν Βιταλιανῷ τῷ παιδί, ὃς ὅπλα ἀντάρας Ἀναστασίῳ βασιλεῖ οὐ πολλῷ ὕστερον ἐτυράννησε, καὶ Φαρεσμάνης Κόλχος μὲν γένος, διαφερόντως δὲ ἀγαθὸς τὰ πολέμια, καὶ Γοδίδισκλός τε καὶ Βέσσας, Γότθοι ἄνδρες, Γότθων τῶν οὐκ ἐπισπομένων Θευδερίχῳ ἐς Ἰταλίαν ἐκ Θρᾴκης ἰόντι, γενναίω τε ὑπερφυῶς ἄμφω καὶ τῶν κατὰ τὸν πόλεμον πραγμάτων ἐμπείρω, ἄλλοι τε πολλοὶ καὶ ἄριστοι εἵποντο.