Ancient Greek · ~7 min
8.1 to 8.9
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 8.1-2-9
Not analysed yet
Χοσρόης δέ ʽκαὶ γάρ οἱ Μέγας χρήματα ἔφασκεν οὐδαμῆ πεπεικέναι Ἀντιοχέας φέρειν’ παντὶ τῷ στρατῷ ἐπ’ αὐτοὺς ᾔει. Ἀντιοχέων δέ τινες μὲν ἐνθένθε ξὺν τοῖς χρήμασιν ἐξαναστάντες ἔφευγον ὡς ἕκαστός πη ἐδύνατο. ταὐτὸ δὲ τοῦτο διενοοῦντο καὶ οἱ λοιποὶ ξύμπαντες, εἰ μὴ μεταξὺ ἥκοντες οἱ τῶν ἐν Λιβάνῳ στρατιωτῶν ἄρχοντες, Θεόκτιστός τε καὶ Μολάτζης, ξὺν ἑξακισχιλίοις ἀνδράσιν ἐλπίσι τε αὐτοὺς ἐπιρρώσαντες διεκώλυσαν. οὗ δὴ οὐ πολλῷ ὕστερον καὶ τὸ Περσῶν στράτευμα ἦλθεν. ἐνταῦθά τε διεσκηνημένοι ἐστρατοπεδεύσαντο ἅπαντες πρός τε Ὀρόντῃ τῷ ποταμῷ καὶ αὐτοῦ οὐ πολλῷ ἄποθεν. Χοσρόης τε Παῦλον παρὰ τὸν περίβολον στείλας τοὺς Ἀντιοχέας χρήματα ᾔτει, δέκα χρυσοῦ κεντηναρίων ἀπαλλαγήσεσθαι ἐνθένδε, ἔνδηλός τε ἦν καὶ τούτων ἐλάσσω ἐπὶ τῇ ἀναχωρήσει ληψόμενος. καὶ τότε μὲν ἥκοντες παρὰ τὸν Χοσρόην οἱ πρέσβεις, εἰπόντες τε ἀμφὶ τῇ διαλύσει τῆς εἰρήνης πολλὰ καὶ πρὸς ἐκείνου ἀκούσαντες ἀνεχώρησαν. τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ τῶν Ἀντιοχέων ὁ δῆμος ʽεἰσὶ γὰρ οὐ κατεσπουδασμένοι, ἀλλὰ γελοίοις τε καὶ ἀταξίᾳ ἱκανῶς ἔχονταἰ πολλὰ ἐς τὸν Χοσρόην ὕβριζόν τε ἀπὸ τῶν ἐπάλξεων καὶ ξὺν γέλωτι ἀκόσμῳ ἐτώθαζον· καὶ Παῦλον τοῦ περιβόλου ἐγγὺς ἥκοντα παραινοῦντά τε χρημάτων ὀλίγων σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ὠνεῖσθαι, ὀλίγου ἐδέησαν τοξεύσαντες κτεῖναι, εἰ μὴ προϊδὼν ἐφυλάξατο. διὸ δὴ ζέων τῷ θυμῷ ὁ Χοσρόης τειχομαχεῖν ἔγνω. Τῇ οὖν ὑστεραίᾳ ἐπαγαγὼν ἅπαντας Πέρσας ἐπὶ τὸ τεῖχος ἄλλους μὲν ἄλλῃ προσβάλλειν τοῦ ποταμοῦ ἐκέλευεν, αὐτὸς δὲ τοὺς πλείστους τε καὶ ἀρίστους ἔχων κατὰ τὴν ἄκραν προσέβαλλε. ταύτῃ γάρ, ὥς μοι ἔμπροσθεν ἐρρήθη, ἐπιμαχώτατος ὁ περίβολος ἦν. ἐνταῦθα Ῥωμαῖοι ʽστενοτάτη γὰρ ἡ οἰκοδομία ἐτύγχανεν οὖσα ἐφ’ ἧς ἱστάμενοι πολεμεῖν ἔμελλον’ ἐπενόησαν τάδε. δοκοὺς μακρὰς ἐς ἀλλήλους ξυνδέοντες μεταξὺ τῶν πύργων ἐκρέμων, οὕτω τε πολλῷ εὐρυτέρας δὴ ταύτας τὰς χώρας ἐποίουν, ὅπως ἔτι πλείους ἐνθένδε ἀμύνεσθαι τοὺς τειχομαχοῦντας οἷοί τε ὦσιν.