Ancient Greek · ~4 min
8.10 to 8.14
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 8.10-14
Not analysed yet
οἱ μὲν οὖν Πέρσαι ἰσχυρότατα ἐγκείμενοι πανταχόθεν τὰ τοξεύματα συχνὰ ἔπεμπον, ἄλλως τε καὶ κατὰ τὴν τῆς ἄκρας ὑπερβολήν. οἱ δὲ Ῥωμαῖοι ἠμύνοντο δυνάμει πάσῃ, οὐ στρατιῶται μόνον, ἀλλὰ καὶ τοῦ δήμου εὐτολμότατοι νεανίαι πολλοί. ἐδόκουν δὲ οἱ τειχομαχοῦντες ἐνταῦθα ἐς τὴν μάχην ἐκ τοῦ ἀντιπάλου τοῖς πολεμίοις καθίστασθαι. ἡ γὰρ πέτρα, εὐρεῖά τις καὶ ὑψηλὴ οὖσα καὶ ὥσπερ ἀντιτεταγμένη τῷ περιβόλῳ καθάπερ ἐφ’ ὁμαλοῦ εἶναι τὴν ξυμβολὴν ἐποίει. καὶ εἰ μέν τις ἐθάρσησε τοῦ Ῥωμαίων στρατοῦ ξὺν τριακοσίοις ἔξω τε γενέσθαι τοῦ περιβόλου καὶ τὴν πέτραν ἐκείνην προτερήσας καταλαβεῖν ἐνθένδε τε τοὺς ἐπιόντας ἀμύνασθαι, οὐκ ἄν ποτε, οἶμαι, πρὸς τῶν πολεμίων ἐς κίνδυνόν τινα ἡ πόλις ἦλθεν. οὐ γὰρ εἶχον ὅθεν ὁρμώμενοι τειχομαχοῖεν οἱ βάρβαροι, κατὰ κορυφὴν ἔκ τε τῆς πέτρας καὶ ἀπὸ τοῦ τείχους βαλλόμενοι· νῦν δέ ʽκαὶ γὰρ ἔδει Ἀντιοχέας τούτῳ τῷ Μήδων στρατῷ ἀπολέσθαἰ οὐδενὶ τοῦτο ἐς ἔννοιαν ἦλθε.