Ancient Greek · ~2 min
ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 8
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 8.15
Not analysed yet
τῶν μὲν οὖν Περσῶν, ἅτε Χοσρόου παρόντος σφίσι καὶ κραυγῇ ἐγκελευομένου μεγάλῃ, ὑπὲρ δύναμιν βιαζομένων καὶ οὐδένα τοῖς ἐναντίοις ἐνδιδόντων καιρὸν ὥστε διασκοπεῖσθαι ἢ φυλάσσεσθαι τὰς τοξευμάτων βολάς, τῶν δὲ Ῥωμαίων ἔτι μᾶλλον πλήθει τε πολλῷ καὶ θορύβῳ ἀμυνομένων, οὐκ ἐνεγκοῦσαι τὸ ἄχθος αἱ σχοῖνοι αἷς αἱ δοκοὶ ξυνδεδέατο, διερράγησαν ἐκ τοῦ αἰφνιδίου καὶ ξὺν ταῖς δοκοῖς ἅπαντες ὅσοι αὐταῖς ἐφεστήκεσαν ἐς τὸ ἔδαφος ἐξέπεσον πατάγῳ πολλῷ.