Ancient Greek · ~7 min
8.16 to 8.26
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 8.16-3-26
Not analysed yet
Γότθοις δὲ τοῖσδε τοῖς παροῦσιν αἵρεσιν δίδομεν, ἢ ξὺν ἡμῖν τοῦ λοιποῦ ὑπὸ βασιλεῖ τῷ μεγάλῳ τετάχθαι, ἢ κακῶν ἀπαθέσιν τὸ παράπαν οἴκαδε ἰέναι. ὡς, ἢν τούτων ἁπάντων αὐτοί τε καὶ ὑμεῖς ἀμελήσαντες ὅπλα ἡμῖν ἀνταίρειν τολμήσητε, ἀνάγκη καὶ ἡμᾶς, ἢν θεὸς θέλῃ, τῷ προστυχόντι ὡς πολεμίῳ χρῆσθαι. εἰ μέντοι βουλομένοις ᾖ Νεαπολίταις τά τε βασιλέως ἑλέσθαι καὶ δουλείας οὕτω χαλεπῆς ἀπηλλάχθαι, ἐκεῖνα ὑμῖν ἀναδέχομαι τὰ πιστὰ διδοὺς ἔσεσθαι πρὸς ἡμῶν ἃ Σικελιῶται πρώην ἐλπίσαντες ψευδορκίους ἡμᾶς οὐκ ἔσχον εἰπεῖν.” Ταῦτα μὲν Στέφανον Βελισάριος ἐς τὸν δῆμον ἀπαγγέλλειν ἐκέλευεν. ἰδίᾳ δέ οἱ μεγάλα ὑπέσχετο ἀγαθὰ ἔσεσθαι, Νεαπολίτας ἐς εὔνοιαν τὴν βασιλέως ὁρμήσοντι. Στέφανος δὲ ἐς τὴν πόλιν ἥκων τούς τε Βελισαρίου λόγους ἀπήγγελλε καὶ γνώμην αὐτὸς ἀπεφαίνετο βασιλεῖ μάχεσθαι ἀξύμφορον εἶναι. καί οἱ ξυνέπρασσεν Ἀντίοχος, Σύρος μὲν ἀνήρ, ἐκ παλαιοῦ δὲ ᾠκημένος ἐν Νεαπόλει ἐπὶ τῇ κατὰ θάλασσαν ἐργασίᾳ καὶ δόξαν πολλὴν ἐπί τε ξυνέσει καὶ δικαιοσύνῃ ἐνταῦθα ἔχων. Πάστωρ δὲ καὶ Ἀσκληπιόδοτος ῥήτορε μὲν ἤστην καὶ λίαν ἔν γε Νεαπολίταις λογίμω, Γότθοις δὲ φίλω ἐς τὰ μάλιστα, καὶ τὰ παρόντα ὡς ἥκιστα βουλομένω μεταβάλλεσθαι. τούτω τὼ ἄνδρε βουλευσαμένω ὅπως τὰ πρασσόμενα ἐν κωλύμῃ ἔσται, πολλά τε καὶ μεγάλα τὸ πλῆθος ἐνηγέτην προΐσχεσθαι καὶ Βελισάριον ὅρκοις καταλαμβάνειν ὅτι δὴ τούτων αὐτίκα μάλα πρὸς αὐτοῦ τεύξονται. ἐν βιβλιδίῳ δὲ ἅπαντα γράψαντε ὅσα Βελισάριον οὐκ ἄν τις ἐνδέξασθαι ὑπετόπησε Στεφάνῳ ἔδοσαν. ὅς, ἐπεὶ ἐς τὸ βασιλέως στρατόπεδον αὖθις ἀφίκετο, τῷ στρατηγῷ ἐπιδείξας τὸ γραμματεῖον ἐπυνθάνετο εἴ οἱ πάντα τε ἐπιτελέσαι ὅσα Νεαπολῖται προτείνονται καὶ περὶ τούτων ὀμεῖσθαι βουλομένῳ εἴη. ὁ δὲ αὐτόν, ἅπαντα σφίσιν ἐπιτελῆ ἔσεσθαι ὑποσχόμενος, ἀπεπέμψατο. ταῦτα Νεαπολῖται ἀκούσαντες τούς τε λόγους ἐνεδέχοντο ἤδη καὶ κατὰ τάχος ἐκέλευον τῇ πόλει τὸ βασιλέως στράτευμα δέχεσθαι.