Ancient Greek · ~7 min
8.7 to 8.15
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 8.7-15
Not analysed yet
αὐτίκα οὖν οἱ Νεαπολῖται Στέφανον πέμπουσιν. ὃς ἐπεὶ παρὰ Βελισάριον ἧκεν, ἔλεξε τοιάδε· “Οὐ δίκαια ποιεῖς, ὦ στρατηγέ, ἐπ’ ἄνδρας Ῥωμαίους τε καὶ οὐδὲν ἀδικοῦντας στρατεύων, οἳ πόλιν τε μικρὰν οἰκοῦμεν καὶ βαρβάρων δεσποτῶν φρουρὰν ἔχομεν, ὥστε οὐδ’ ἀντιπρᾶξαι, ἢν ἐθέλωμεν, ἐφ’ ἡμῖν εἶναι. ἀλλὰ καὶ φρουροῖς τοῖσδε ξυμβαίνει παῖδάς τε καὶ γυναῖκας καὶ τὰ τιμιώτατα ὑπὸ ταῖς Θευδάτου χερσὶν ἀπολιποῦσιν ἐπὶ τῇ ἡμετέρᾳ φυλακῇ ἥκειν. οὐκοῦν, ἤν τι ἐς ὑμᾶς πράξωσιν, οὐ τὴν πόλιν, ἀλλὰ σφᾶς αὐτοὺς καταπροδιδόντες φανήσονται. εἰ δὲ δεῖ τἀληθὲς οὐδὲν ὑποστειλάμενον εἰπεῖν, οὐδὲ τὰ ξύμφορα ὑμῖν αὐτοῖς βουλευσάμενοι ἐφ’ ἡμᾶς ἥκετε. Ῥώμην μὲν γὰρ ἑλοῦσιν ὑμῖν καὶ Νεάπολις οὐδενὶ πόνῳ ὑποχειρία ἔσται, ἐκείνης δέ, ὡς τὸ εἰκός, ἀποκρουσθέντες οὐδὲ ταύτην ἀσφαλῶς ἕξετε. ὥστε τηνάλλως ὁ χρόνος ὑμῖν ἐν τῇ προσεδρείᾳ τετρίψεται ταύτῃ.” Τοσαῦτα μὲν Στέφανος εἶπε. Βελισάριος δὲ ἀμείβεται ὧδε· “Τὸ μὲν εὖ ἢ ἄλλως ἡμᾶς βουλευσαμένους ἐνθάδε ἥκειν οὐ Νεαπολίταις σκοπεῖν δώσομεν. ἃ δέ ἐστι τῆς ὑμετέρας βουλῆς ἄξια, βουλόμεθα σκοπουμένους ὑμᾶς οὕτω δὴ πράσσειν ὅσα ἂν ξυνοίσειν ὑμῖν αὐτοῖς μέλλῃ. δέξασθε τοίνυν τῇ πόλει τὸν βασιλέως στρατὸν ἐπὶ τῇ ἐλευθερίᾳ ὑμῶν τε καὶ τῶν ἄλλων Ἰταλιωτῶν ἥκοντα, καὶ μὴ τὰ πάντων ἀνιαρότατα ἐφ’ ὑμῖν ἕλησθε. ὅσοι μὲν γὰρ δουλείαν ἢ ἄλλο τι ἀναδυόμενοι τῶν αἰσχρῶν ἐς πόλεμον χωροῦσιν, οὗτοι δὴ ἔν γε τῷ ἀγῶνι εὐημεροῦντες εὐτυχήματα διπλᾶ ἔχουσι, ξὺν τῇ νίκῃ καὶ τὴν τῶν κακῶν ἐλευθερίαν κτησάμενοι, καὶ ἡσσώμενοι φέρονταί τι αὑτοῖς παραμύθιον, τὸ μὴ ἑκόντες τῇ χείρονι ἕπεσθαι τύχῃ. οἷς δὲ παρὸν ἀμαχητὶ ἐλευθέροις εἶναι, οἱ δὲ ὅπως τὴν δουλείαν βέβαιον ἕξουσιν ἐς ἀγῶνα καθιστῶνται, οὗτοι δὴ καὶ νενικηκότες, ἂν οὕτω τύχοι, ἐν τοῖς ἀναγκαιοτάτοις ἐσφάλησαν, καὶ κατὰ τὴν μάχην ἐλασσόνως ἢ ἐβούλοντο ἀπαλλάξαντες ξὺν τῇ ἄλλῃ κακοδαιμονίᾳ καὶ τὴν ἀπὸ τῆς ἥσσης ξυμφορὰν ἕξουσι. πρὸς μὲν οὖν Νεαπολίτας ἡμῖν τοσαῦτα εἰρήσθω.