Ancient Greek · ~7 min
8.18 to 8.27
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 8.18-27
Not analysed yet
ἐνταῦθα τῶν Ἀντιοχέων πολλοὶ μὲν ἄνδρες, γυναῖκες δὲ πᾶσαι ξὺν τοῖς παιδίοις ἐπὶ τὰς πύλας δρόμῳ πολλῷ ᾔεσαν· εἶτα πρὸς τῶν ἵππων ὠθούμενοι ἅτε ἐν στενοχωρίᾳ πολλῇ ἔπιπτον. οἱ δὲ στρατιῶται τῶν ἐν ποσὶν οὐδενὸς τὸ παράπαν φειδόμενοι ἔτι μᾶλλον ἢ πρότερον ὕπερθεν τῶν κειμένων ἅπαντες ἤλαυνον, γέγονέ τε φόνος ἐνταῦθα πολὺς ἄλλως τε καὶ κατὰ τὰς πύλας αὐτάς. Οἱ δὲ Πέρσαι, οὐδενὸς σφίσιν ἀντιστατοῦντος, κλίμακας ἐπιθέντες ἐπὶ τὸ τεῖχος οὐδενὶ πόνῳ ἀνέβαινον. ἔν τε ταῖς ἐπάλξεσι κατὰ τάχος γενόμενοι χρόνον τινὰ καταβαίνειν οὐδαμῆ ἤθελον, ἀλλὰ διασκοπουμένοις τε καὶ ἀπορουμένοις ἐῴκεσαν, ἐμοὶ μὲν δοκεῖ, προλοχίζεσθαι τὰς δυσχωρίας ἐνέδραις τισὶ τῶν πολεμίων ὑποτοπάζοντες. τὰ γὰρ ἐντὸς τοῦ περιβόλου ἀπὸ τῆς ἄκρας εὐθὺς κατιόντι ἀοίκητος χώρα ἐπὶ πλεῖστόν ἐστι. πέτραι τε λίαν ὑψηλαὶ ἀνέχουσιν ἐνταῦθα καὶ τόποι κρημνώδεις. ἔνιοι δέ φασι Χοσρόου γνώμῃ γεγονέναι τὴν μέλλησιν Πέρσαις. ἐπειδὴ γὰρ τήν τε δυσχωρίαν κατενόησε καὶ τοὺς στρατιώτας φεύγοντας εἶδεν, ἔδεισε μή τινι ἀνάγκῃ ἐκ τῆς ὑπαγωγῆς ἀναστρέψαντες πράγματα σφίσι παράσχωνται, ἐμπόδιοί τε γένωνται, ἂν οὕτω τύχοι, πόλιν ἑλεῖν ἀρχαίαν τε καὶ λόγου ἀξίαν καὶ πρώτην Ῥωμαίοις οὖσαν τῶν κατὰ τὴν ἕω πασῶν πόλεων, πλούτῳ τε καὶ μεγέθει καὶ πολυανθρωπίᾳ καὶ κάλλει καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ. οὗ δή, περὶ ἐλάσσονος τἄλλα ποιούμενος ἅπαντα, ἤθελε τοῖς Ῥωμαίων στρατιώταις καιρὸν ἐνδιδόναι, ὥστε κατ’ ἐξουσίαν τῇ φυγῇ χρῆσθαι. διὸ δὴ καὶ ταῖς χερσὶ τοῖς φεύγουσι Πέρσαι σημαίνοντες ἐνεκελεύοντο φεύγειν ὡς τάχιστα. οἱ μὲν οὖν στρατιῶται Ῥωμαίων ξὺν τοῖς ἄρχουσιν ἀπιόντες ᾤχοντο ἅπαντες διὰ πύλης ἣ ἐπὶ Δάφνην ἄγει τὸ τῶν Ἀντιοχέων προάστειον· ταύτης γὰρ μόνης, τῶν ἄλλων κατειλημμένων, ἀπέσχοντο Πέρσαι· τοῦ δὲ δήμου ὀλίγοι τινὲς ξὺν τοῖς στρατιώταις διέφυγον. ἐπεὶ δὲ Πέρσαι ἅπαντας τοὺς Ῥωμαίων στρατιώτας εἶδον πρόσω χωρήσαντας, καταβάντες ἀπὸ τῆς ἄκρας ἐν μέσῃ πόλει ἐγένοντο.