Ancient Greek · ~2 min
8.28 to 8.30
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 8.28-30
Not analysed yet
ἐνταῦθα δὲ αὐτοῖς τῶν Ἀντιοχέων νεανίαι πολλοὶ ἐς χεῖρας ἐλθόντες τὰ πρῶτα καθυπέρτεροι ἔδοξαν τῇ ξυμβολῇ εἶναι. ἦσαν δὲ αὐτῶν τινες μὲν ὁπλῖται, οἱ δὲ πλεῖστοι γυμνοὶ καὶ λίθων βολαῖς χρώμενοι μόναις. ὠσάμενοι δὲ τοὺς πολεμίους ἐπαιάνιζόν τε καὶ Ἰουστινιανὸν βασιλέα καλλίνικον, ἅτε νενικηκότες, ἀνέκραγον. Ἐν τούτῳ δὲ Χοσρόης ἐν πύργῳ τῷ κατὰ τὴν ἄκραν καθήμενος τοὺς πρέσβεις ἐθέλων τι εἰπεῖν μετεπέμψατο. καὶ αὐτὸν τῶν τις ἀρχόντων, ὁ Ζαβεργάνης, οἰόμενος ξυμβάσεως πέρι βούλεσθαι τοῖς πρέσβεσιν ἐς λόγους ἰέναι, ἐς ὄψιν τε τῷ