Ancient Greek · ~3 min
8.2.3 to 8.2.7
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 8.2.3-7
Not analysed yet
Τραπεζουντίων δὲ τὰ ὅρια διήκει ἔς τε κώμην Σουσούρμενα καὶ τὸ Ῥιζαῖον καλούμενον χωρίον, ὅπερ Τραπεζουντίων διέχει δυοῖν ἡμέραιν ὁδὸν διὰ τῆς παραλίας ἐς Λαζικὴν ἰόντι. Τραπεζοῦντος δέ μοι ἐπιμνησθέντι οὐ παριτέον τὸ πλείστῳ παραλόγῳ τῇδε ξυμβαῖνον. τὸ γὰρ μέλι ἐν ἅπασι τοῖς περὶ Τραπεζοῦντα χωρίοις πικρὸν γίνεται, ἐνταῦθα μόνον στασιαζομένης τῆς ἀμφ’ αὐτὸ δόξης. τούτων δὲ δὴ τῶν χωρίων ἐν δεξιᾷ τὰ Τζανικῆς ὄρη πάντα ἀνέχει, ἐπέκεινά τε αὐτῶν Ἀρμένιοι Ῥωμαίων κατήκοοι ᾤκηνται. Ἐκ τούτων δὲ τῶν Τζανικῶν ὀρῶν κάτεισι ποταμὸς Βόας ὄνομα, ὃς δὴ ἔς τε λόχμας παμπληθεῖς ἰὼν καὶ χώραν λοφώδη περιερχόμενος φέρεται μὲν ἄγχιστα τῶν Λαζικῆς χωρίων, ποιεῖται δὲ τὰς ἐκβολὰς ἐς τὸν Εὔξεινον καλούμενον Πόντον, οὐ μέντοι Βόας καλούμενος. ἐπειδὰν γὰρ τῆς θαλάσσης ἐγγὺς ἵκηται, τὸ μὲν ὄνομα μεθίησι τοῦτο, ἑτέρας δὲ τὸ ἐνθένδε προσηγορίας μεταλαγχάνει, ἐκ τῶν οἱ ἐπιγινομένων ὄνομα κτώμενος.