Ancient Greek · ~2 min
Book 8, Chapter 2
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 8.2.8
Not analysed yet
Ἄκαμψιν γὰρ αὐτὸν τὸ λοιπὸν καλοῦσιν οἱ ἐπιχώριοι, τούτου δὴ ἕνεκα, ὅτι δὴ κάμψαι αὐτὸν τῇ θαλάσσῃ ἀναμιχθέντα ἀμήχανά ἐστιν, ἐπεὶ ξὺν ῥύμῃ τοσαύτῃ καὶ ὀξύτητι τοῦ ῥοῦ τὰς ἐκβολὰς ποιεῖται, ταραχὴν τοῦ ῥοθίου πολλὴν ἐπίπροσθεν ἐργαζόμενος, ὥστε ὡς πορρωτάτω τῆς θαλάσσης ἰὼν ἄπορον ποιεῖται τὸν ταύτῃ διάπλουν· οἵ τε ναυτιλλόμενοι ἐνταῦθα τοῦ Πόντου, εἴτε Λαζικῆς εὐθὺ πλέοντες εἴτε καὶ ἐνθένδε ἀπάραντες, οὐκέτι ἑξῆς διαπλεῖν δύνανται.