Ancient Greek · ~7 min
8.2.9 to 8.2.15
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 8.2.9-15
Not analysed yet
κάμψαι γὰρ τοῦ ποταμοῦ τὸν ῥοῦν οὐδαμῆ ἔχουσιν, ἀλλὰ πορρωτάτω μὲν ἀναγόμενοι τοῦ ἐκείνῃ πελάγους, ἐπὶ μέσον δέ που τὸν Πόντον ἰόντες, οὕτω δὴ ἀπαλλάσσεσθαι τῆς τοῦ ποταμοῦ ἐκβολῆς δύνανται. τὰ μὲν οὖν ἀμφὶ ποταμὸν Βόαν τοιαῦτά ἐστι. Μετὰ δὲ τὸ Ῥιζαῖον αὐτονόμων ἀνθρώπων ὅροι ἐκδέχονται, οἳ δὴ Ῥωμαίων τε καὶ Λαζῶν μεταξὺ ᾤκηνται. καὶ κώμη τις, Ἀθῆναι ὄνομα, ἐνταῦθα οἰκεῖται, οὐχ ὅτι Ἀθηναίων ἄποικοι, ὥσπερ τινὲς οἴονται, τῇδε ἱδρύσαντο, ἀλλὰ γυνή τις Ἀθηναία ὄνομα ἐν τοῖς ἄνω χρόνοις κυρία ἐγεγόνει τῆς χώρας, ἧσπερ ὁ τάφος ἐνταῦθα καὶ εἰς ἐμέ ἐστι. μετὰ δὲ Ἀθήνας Ἄρχαβίς τε οἰκεῖται καὶ Ἀψαροῦς, πόλις ἀρχαία, ἣ τοῦ Ῥιζαίου διέχει ὁδῷ ἡμερῶν τριῶν μάλιστα. αὕτη Ἄψυρτος τὸ παλαιὸν ὠνομάζετο, ὁμώνυμος τῷ ἀνθρώπῳ διὰ τὸ πάθος γεγενημένη. ἐνταῦθα γάρ φασιν οἱ ἐπιχώριοι ἐξ ἐπιβουλῆς Μηδείας τε καὶ Ἰάσονος τὸν Ἄψυρτον ἐξ ἀνθρώπων ἀφανισθῆναι, καὶ δι’ αὐτὸ τὴν ἐπωνυμίαν τὸ χωρίον λαβεῖν· ὁ μὲν γὰρ ἐν ἐκείνῳ ἀπέθνησκε, τὸ δὲ ἀπ’ αὐτοῦ ὠνομάζετο. ἀλλὰ πολὺς ἄγαν μετὰ ταῦτα ἐπιρρεύσας ὁ χρόνος καὶ ἀνθρώπων ἀναρίθμοις διαδοχαῖς ἐνακμάσας αὐτὸς διαφθεῖραι μὲν τὴν τῶν πραγμάτων ἐπιβολὴν ἴσχυσεν ἐξ ὧν τὸ ὄνομα ξύγκειται τοῦτο, ἐς δὲ τὸν νῦν φαινόμενον τρόπον μεταρρυθμῆσαι τὴν προσηγορίαν τῷ τόπῳ. τούτου δὲ τοῦ Ἀψύρτου καὶ τάφος ἐς τῆς πόλεως τὰ πρὸς ἀνίσχοντα ἥλιόν ἐστιν. αὕτη πόλις ἦν τὸ παλαιὸν πολυάνθρωπος, καὶ τείχους μὲν αὐτὴν περιέβαλε μέγα τι χρῆμα, θεάτρῳ δὲ καὶ ἱπποδρόμῳ ἐκαλλωπίζετο καὶ τοῖς ἄλλοις ἅπασιν οἷσπερ πόλεως μέγεθος δείκνυσθαι εἴωθε. νῦν δὲ δὴ αὐτῶν ἄλλο οὐδὲν ἀπολέλειπται, ὅτι μὴ τῆς κατασκευῆς τὰ ἐδάφη. Ὥστε εἰκότως θαυμάσειεν ἄν τις τῶν Κόλχους φαμένων Τραπεζουντίοις ὁμόρους εἶναι. ταύτῃ μὲν γὰρ καὶ τὸ δέρας ξὺν τῇ Μηδείᾳ συλήσας Ἰάσων οὐκ ἐπὶ τὴν Ἑλλάδα καὶ τὰ πάτρια ἤθη φυγὼν φαίνοιτο, ἀλλ’ ἔμπαλιν ἐπὶ Φᾶσίν τε ποταμὸν καὶ τοὺς ἐνδοτάτω βαρβάρους.