Ancient Greek · ~2 min
8.28 to 8.29
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 8.28-2-29
Not analysed yet
ἐπειδή τε συχνὰ ἐς αὐτοὺς ἀκοντίζοντες ἐκ τοῦ ἀσφαλοῦς οἱ πολέμιοι τούς τε ἵππους καὶ αὐτούς, ἅτε πλῆθος ὄντας, οὐ χαλεπῶς ἔκτεινον, ἔφευγόν τε καὶ τῶν Μαυρουσίων ἐπεξιόντων οἱ μὲν πολλοὶ διεφθάρησαν, εἰσὶ δὲ οἳ καὶ ὑπὸ τοῖς πολεμίοις ἐγένοντο, ὀλίγοι τε κομιδῆ ἐκ τοῦ στρατοῦ τούτου ἐπ’ οἴκου ἀπεκομίσθησαν. ταῦτα μὲν Τρασαμούνδῳ παθεῖν πρὸς Μαυρουσίων ξυνέπεσεν. ἐτελεύτα δὲ χρόνῳ ὕστερον ἑπτά τε καὶ εἴκοσιν ἔτη Βανδίλων ἄρξας.