Ancient Greek · ~6 min
9.1 to 9.7
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 9.1-3-7
Not analysed yet
Ἰλδέριχος δὲ Ὁνωρίχου τοῦ Γιζερίχου παῖς τὴν βασιλείαν παρέλαβεν, ὃς τὰ μὲν ἐς τοὺς ὑπηκόους εὐπρόσοδός τε ἦν καὶ ὅλως πρᾷος, καὶ οὔτε Χριστιανοῖς οὔτε τῳ ἄλλῳ χαλεπὸς ἐγεγόνει, τὰ δὲ ἐς τὸν πόλεμον μαλθακός τε λίαν καὶ οὐδὲ ἄχρι ἐς τὰ ὦτα τὸ πρᾶγμά οἱ τοῦτο ἐθέλων ἰέναι. Ὁάμερ γοῦν ἀνεψιός τε ὢν αὐτῷ καὶ ἀνὴρ ἀγαθὸς τὰ πολέμια ἐστρατήγει ἐφ’ οὓς ἂν στρατεύοιντο Βανδίλοι· ὃν δὴ καὶ Ἀχιλλέα Βανδίλων ἐκάλουν. ἐπὶ τούτου Ἰλδερίχου ἡσσήθησάν τε μάχῃ οἱ Βανδίλοι πρὸς Μαυρουσίων τῶν ἐν Βυζακίῳ, ὧν ἦρχεν Ἀντάλας, καὶ σφίσι ξυνηνέχθη Θευδερίχῳ τε καὶ Γότθοις ἐν Ἰταλίᾳ ἔκ τε συμμάχων καὶ φίλων πολεμίοις γενέσθαι. τήν τε γὰρ Ἀμαλαφρίδαν ἐν φυλακῇ ἔσχον καὶ τοὺς Γότθους διέφθειραν ἅπαντας, ἐπενεγκόντες αὐτοῖς νεωτερίζειν ἔς τε Βανδίλους καὶ Ἰλδέριχον. τίσις μέντοι οὐδεμία πρὸς Θευδερίχου ἐγένετο, ἐπεὶ ἀδύνατος ἐνόμισεν εἶναι στόλῳ μεγάλῳ ἐς Λιβύην στρατεῦσαι, Ἰλδέριχος δὲ φίλος ἐς τὰ μάλιστα Ἰουστινιανῷ καὶ ξένος ἐγένετο, οὔπω μὲν ἥκοντι ἐς βασιλείαν, διοικουμένῳ δὲ αὐτὴν κατ’ ἐξουσίαν, ἐπεί οἱ ὁ θεῖος Ἰουστῖνος ὑπέργηρώς τε ὢν ἐβασίλευε καὶ τῶν κατὰ τὴν πολιτείαν πραγμάτων οὐ παντελῶς ἔμπειρος. χρήμασί τε μεγάλοις ἀλλήλους ἐδωροῦντο. Ἦν δέ τις ἐν τῷ Γιζερίχου γένει Γελίμερ ὁ Γειλάριδος τοῦ Γένζωνος τοῦ Γιζερίχου πόρρω που ἡλικίας ἥκων μετά γε Ἰλδέριχον, καὶ διὰ τοῦτο ἐπίδοξος ὢν αὐτίκα μάλα ἐς τὴν βασιλείαν ἀφίξεσθαι· ὃς τὰ μὲν πολέμια ἐδόκει τῶν καθ’ αὑτὸν ἄριστος εἶναι, ἄλλως δὲ δεινός τε ἦν καὶ κακοήθης καὶ πράγμασί τε νεωτέροις καὶ χρήμασιν ἐπιτίθεσθαι ἀλλοτρίοις ἐξεπιστάμενος.