Ancient Greek · ~2 min
ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 8
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 8.31
Not analysed yet
βασιλεῖ κατὰ τάχος ἦλθε καὶ ἔλεξεν ὧδε “Οὐχὶ ταὐτά μοι δοκεῖς, ὦ δέσποτα, Ῥωμαίοις ἀμφὶ τῇ τούτων σωτηρίᾳ γινώσκειν. οἱ μὲν γὰρ καὶ πρὸ τῶν κινδύνων ὑβρίζουσιν ἐς τὴν βασιλείαν τὴν σὴν καὶ ἡσσημένοι τολμῶσί τε τὰ ἀμήχανα καὶ δρῶσι τοὺς Πέρσας ἀνήκεστα ἔργα, ὥσπερ δεδιότες μή τις αὐτοῖς παρὰ σοὶ φιλανθρωπίας λελείψεται λόγος· σὺ δὲ τούς τε σώζεσθαι οὐκ ἀξιοῦντας ἐλεεῖν βούλει, καὶ φείδεσθαι τῶν οὐδαμῆ ἐθελόντων ἐσπούδακας.