Ancient Greek · ~5 min
9.17 to 9.22
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 9.17-22
Not analysed yet
ἐκ δὲ τῶν παρόντων ὡς ἐς μάχην ταξάμενοι τοὺς ἐπιόντας ἠμύνοντο, τῷ τε πλήθει παρὰ πολὺ ἐλασσούμενοι ἡσσήθησάν τε καὶ ξὺν τῷ Γλώνῃ ἅπαντες διεφθάρησαν. ὅπερ ἐπειδὴ ὁ τοῦ Γλώνου υἱὸς ἔμαθε, περιαλγήσας τε καὶ τῷ θυμῷ ζέων ὅτι δὴ τῷ πατρὶ ἀμύνειν οὐκ εἶχε, τὸν Συμεώνου νεὼν ἔκαυσεν, ἁγίου ἀνδρός, ἵνα δὴ ὁ Γλώνης κατέλυε. καίτοι ἄλλην τινὰ οἰκοδομίαν οὔτε Γλώνης οὔτε Καβάδης, οὐ μὴν οὐδὲ Περσῶν τις ἄλλος οὔτε καθελεῖν ἔγνω οὔτε τῳ ἄλλῳ ἀφανίζειν τρόπῳ ἔν γε Ἀμίδῃ ταύτης ἐκτός. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι. Οὕτω μὲν Ἄμιδαν Ῥωμαῖοι τὰ χρήματα δόντες ἀπέλαβον δύο ἐνιαυτοῖς ὕστερον ἢ πρὸς τῶν πολεμίων ἑάλω. καὶ ἐπεὶ ἐν ταύτῃ ἐγένοντο, ἥ τε αὐτῶν ὀλιγωρία καὶ Περσῶν τὸ καρτερὸν τῆς διαίτης ἐγνώσθη. σιτίων γὰρ τῶν ἐνταῦθα λελειμμένων τὸ μέτρον καὶ βαρβάρων τῶν ἐξεληλυθότων τὸν ὅμιλον λογισάμενοι, ἑπτὰ μάλιστα ἡμερῶν ηὕρισκον δαπάνην ἐν τῇ πόλει ἀπολελεῖφθαι, καίπερ Γλώνου τε καὶ τοῦ ἐκείνου παιδὸς ἐνδεεστέρως ἢ κατὰ τὴν χρείαν πολλοῦ χρόνου ἐνδιδόντος τὰ σιτία Πέρσαις. Ῥωμαίοις γὰρ τοῖς ἐν τῇ πόλει, ὥσπερ μοι προδεδήλωται, ξὺν αὐτοῖς μείνασιν οὐδὲν τὸ παράπαν χορηγεῖν ἔγνωσαν, ἐξ ὅτου οἱ πολέμιοι ἐς τὴν πολιορκίαν κατέστησαν, οἳ δὴ ἐς βρώσεις ἀήθεις τὰ πρῶτα ἐλθόντες τῶν τε οὐ θεμιτῶν ἁψάμενοι πάντων,