Ancient Greek · ~7 min
9.8 to 9.16
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 9.8-16
Not analysed yet
ἀλλ’ ὅπως, ὦ δέσποτα, σαυτῷ τε καὶ ἡμῖν καὶ Πέρσαις ἀμύνῃς. ἢν γὰρ ἐς τῆς πόλεως τὰ προάστεια κυνηγετήσων ἴῃς, θήραμά σοι οὐ φαῦλον ἔσται. κατὰ πέντε γὰρ ἢ τέτταρας οἱ κατάρατοι περιιόντες λωποδυτοῦσιν.” ὁ μὲν ταῦτα· εἶπεν. ἀναπεισθεὶς δὲ ὁ Γλώνης τοῦ ἀνθρώπου ἀνεπυνθάνετο πόσους ποτὲ Πέρσας οἴεταί οἱ ἐς τὴν πρᾶξιν ἱκανοὺς ἔσεσθαι. ὁ δὲ πεντήκοντα μὲν ἀποχρήσειν οἱ μάλιστα ἔφη· οὐ γὰρ ἂν αὐτῶν πλείοσί ποτε ἢ κατὰ πέντε ὁδῷ ἰοῦσιν ἐντύχοιεν, τοῦ δὲ μηδὲν ἀπροσδόκητον σφίσι ξυμβῆναι οὐδέν τι χεῖρον καὶ ἑκατὸν ἐς τὸ ἔργον ἐπαγαγέσθαι· ἢν δὲ καὶ τούτων διπλασίους, τῷ παντὶ ἄμεινον. βλάβος γὰρ ἀνθρώπῳ ἐκ τοῦ περιόντος οὐκ ἂν γένοιτο. Γλώνης μὲν οὖν ἱππέας διακοσίους ἀπολεξάμενος τὸν ἄνθρωπον σφίσιν ἐξηγεῖσθαι ἐκέλευεν. ὁ δὲ ἄμεινον ἰσχυρίζετο εἶναι αὐτὸν ἐπὶ κατασκοπῇ στέλλεσθαι πρότερον, καὶ ἢν ἔτι ἐν χωρίοις τοῖς αὐτοῖς περιιόντας Ῥωμαίους ἰδὼν ἀπαγγείλῃ, οὕτω δὴ ἐν δέοντι ποιεῖσθαι τὴν ἔξοδον Πέρσας. εὖ τε οὖν εἰπεῖν ἔδοξε τῷ Γλώνῃ καὶ αὐτοῦ ἀφιέντος ἐστέλλετο. παρά τε τὸν στρατηγὸν Πατρίκιον ἥκων ἅπαντα ἔφραζε· καὶ ὃς τῶν δορυφόρων τῶν αὑτοῦ δύο καὶ στρατιώτας χιλίους ξὺν αὐτῷ ἔπεμψεν. οὓς δὴ ἀμφὶ κώμην Θιλασάμων σταδίους τεσσαράκοντα Ἀμίδης διέχουσαν ἐν νάπαις τε καὶ χωρίοις ὑλώδεσιν ἔκρυψε, καὶ αὐτοῦ μένειν ἐν ταύταις δὴ ταῖς ἐνέδραις ἐπέστελλεν, ἔς τε τὴν πόλιν δρόμῳ ἐχώρει. καὶ τῷ Γλώνῃ ἕτοιμον εἰπὼν τὸ θήραμα εἶναι, αὐτῷ τε καὶ τοῖς διακοσίοις ἐξηγήσατο ἐπὶ τὴν τῶν πολεμίων ἐνέδραν. ἐπειδή τε διέβησαν τὸν χῶρον οὗ προλοχίζοντες Ῥωμαῖοι ἐκάθηντο, Γλώνην τε καὶ Πέρσας λαθὼν ἅπαντας, ἔκ τε τῆς ἐνέδρας τοὺς Ῥωμαίους ἀνέστησε καὶ αὐτοῖς τοὺς πολεμίους ἐπέδειξεν. οὕσπερ ἐπειδὴ ἐπὶ σφᾶς ἰόντας κατεῖδον Πέρσαι, κατεπλάγησάν τε τῷ ἀπροσδοκήτῳ καὶ ἀμηχανίᾳ πολλῇ εἴχοντο. οὔτε γὰρ ὀπίσω ἀπελαύνειν οἷοί τε ἦσαν, κατὰ νώτου ὄντων σφίσι τῶν ἐναντίων, οὔτε πη ἑτέρωσε φεύγειν ἐν γῇ πολεμίᾳ ἐδύναντο.