Ancient Greek
554.3
Prodicus, Testimonia 554.3
Unproofread scanNot analysed yet
19. ARIST. Top. B 6. 112b 22 ἔτι καὶ εἰ αὐτὸ ἑαυτῷ συμβεβηκὸς ἔθηκεν ὡς ἕτερον, διὰ τὸ ἕτερον εἶναι ὄνομα, καθάπερ Π. διηρεῖτο τὰς ἡδονὰς εἰς χαρὰν καὶ τέρψιν καὶ εὐφροσύνην· ταῦτα γὰρ πάντα τοῦ αὐτοῦ, τῆς ἡδονῆς, ὀνόματα ἐστιν. ALEX. z. d. St. 181, 2 Π. δὲ ἐπειρᾶτο ἐκάστῳι τῶν ὀνομάτων τούτων ἴδιόν τι σημαίνόμενον ὑποτάσσειν, ὥσπερ καὶ οἱ ἀπὸ τῆς Στοᾶς, χαρὰν μὲν λέγοντες εὐλογον ἐπαρσιν, ἡδονὴν δὲ ἄλογον ἐπαρσιν, τέρψιν δὲ τὴν δι’ ὄτων ἡδονήν, εὐφροσύνην δὲ τὴν διὰ λόγων. νομοθετούντων δὲ ἔστι τοῦτο, ἀλλ’ οὐδὲν ὑμεῖς λεγόντων.