Ancient Greek
555.1.1 to 555.1.9
Prodicus, Testimonia 555.1.1-9
Unproofread scanNot analysed yet
ἐξελθόντα εἰς ἡσυχίαν καθῆσθαι ἀποροῦντα ποτέραν τῶν ὁδῶν τράπηται· 22 καὶ φανῆναι αὐτῷ δύο γυναῖκας προσέναι μεγάλας, τὴν μὲν ἑτέραν εὐπρεπῆ τε ἰδεῖν καὶ ἐλευθέριον φύσει, κεκοσμημένην τὸ μὲν χρῶμα καθαρότητι, τὰ δὲ ὅματα αἰδοῖ, τὸ δὲ σχῆμα σωφροσύνῃ, ἐσθῆτι δὲ λευκῇ, τὴν δ’ ἑτέραν τεδραμμένην μὲν εἰς πολυσαρχίαν τε καὶ ἀπαλότητα, κεκαλλωπισμένην δὲ τὸ μὲν χρῶμα ὥστε λευκότεραν τε καὶ ἐρυθροτέραν τοῦ ὄντος [δοκεῖν] φαίνεσθαι, τὸ δὲ σχῆμα ὥστε δοκεῖν ὀρθοτέραν τῆς φύσεως εἶναι, τὰ δὲ ὅματα ἔχειν ἀναπεπταμένα, ἐσθῆτα δὲ ἐξ ἧς ἂν μάλιστα ἡ ὥρα διαλάμποι· κατασχοπεῖσθαι δὲ ἅμα ἑαυτήν, ἐπισκοπεῖν δὲ καὶ εἰ τις ἄλλος αὐτὴν θεάται, πολλάκις δὲ καὶ εἰς τὴν ἑαυτῆς σκιὰν ἀποβλέπειν. ὡς δ’ ἐγένοντο πλησιαιτέρον 23 τοῦ Ἡρακλέους, τὴν μὲν πρόσθεν ὡρθεῖσαν ἔναι τὸν αὐτὸν τρόπον, τὴν δ’ ἑτέραν φθᾶσαι βουλομένην προσορμεῖν τῷ Ἡρακλεῖ καὶ εἰπεῖν· Ὦρ’ σε, ὦ Ἡράκλεις, ἀποροῦντα πολῶν ὁδῶν ἐπὶ τὸν βίον τράπη. ἐὰν οὖν ἐμὲ φίλην ποιησάμενος ἔπη [ἐπὶ dio Hdss.] ,τὴν ἡδίστην τε καὶ ῥαδίστην ὁδὸν ἀξω σε, καὶ τῶν μὲν τερπνῶν οὐδενὸς ἀγέυστος ἔσει, τῶν δὲ χαλεπῶν ἀπειρος διαβιώσει. πρῶτον μὲν γὰρ οὐ πολέμων οὐδὲ πραγμάτων φροντίεις ἀλλὰ σχολούμενος 24 ἀεὶ ἔσει [διέσει dio Hdss.] ,τί ἂν κεχαρισμένον ἢ σίτον ἢ ποτὸν εὑροῖς, ἢ τί ἂν ἰδὼν ἢ ἀκούσας τερθθείης ἢ τίνων ὀσφραινόμενος ἢ ἀπόμηνος, τίσια δὲ παιδικοῖς ὁμιλῶν μάλιστ’ ἂν εὐφρανθείης, καὶ πῶς ἂν μαλακώτατα καθεύδοις, καὶ πῶς ἂν ἀπονύστατα τούτων πάντων τυγχάνοις. ἐὰν δὲ ποτε γένηται 25 τις ὑπωφία σπάνεως ἀφ’ ὧν ἔσται ταῦτα, οὐ φόβος μή σε ἀγάγω ἐπὶ τὸ πονοῦντα καὶ ταλαιπωροῦντα τῷ σώματι καὶ τῇ ψυχῇ ταῦτα πορίζεισθαι, ἀλλ’ οἷς ἂν οἱ ἄλλοι ἐργάζωνται, τούτοις σὺ χρήσει οὐδενὸς ἀπεχόμενος, ὅθεν ἂν δυνατὸν ἢ τι κερδάναι. πανταχόθεν γὰρ ὠφελεῖσθαι τοῖς ἐμοὶ συνοῦσιν ἐξουσίαν ἐγὼ παρέχω.