Ancient Greek
556.1
Prodicus, Testimonia 556.1
Unproofread scanNot analysed yet
ἑνεκα πράττειν ἐθέλουσα· ἥτις οὐδὲ τὴν τῶν ἡδῶν ἐπιθυμίαν ἀναμένεις, 5 ἀλλὰ πρὶν ἐπιθυμῆσαι πάντων ἐμπιμπλάσαι, πρὶν μὲν πεινῆν ἐσθίουσα, πρὶν δὲ διψῆν πίνουσα, καὶ ἵνα μὲν ἡδῶς φάγης, ὀνοποιεῖς μηχανωμένη, ἵνα δὲ ἡδῶς πίης, οἴνους τε πολυτελεῖς παρασκευάζει καὶ τοῦ θεοῦς χιόνα περιθέουσα ζητεῖς, ἵνα δὲ καθυπνώσις ἡδῶς, οὐ μόνον τὰς στρωμνὰς μαλακὰς, ἀλλὰ καὶ τὰς κλῖνας καὶ τὰ ὑπόβαθρα ταῖς κλίναις παρασκευάζει· οὐ γὰρ διὰ τὸ πονεῖν ἀλλὰ διὰ τὸ μηδὲν ἔχειν ὅ τι ποιῆς ὕπνον ἐπιθυμεῖς· τὰ δ’ ἀφοδίσια πρὸ τοῦ δέεσθαι ἀναγκάζεις, πάντα μηχανωμένη καὶ γυναιξὶ τοῖς ἀνδράσι χρωμένη· οὕτω γὰρ παιδεύεις τοὺς ἑαυτῆς φίλους, τῆς μὲν νυκτὸς ὕβρι- 10 ζουσα, τῆς δ’ ἡμέρας τὸ χρησιμώτατον κατακοιμίζουσα. ἀθάνατος δὲ οὖσα ἐκ θεῶν μὲν ἀπέρρωμαι, ὑπὸ δὲ ἀνθρώπων ἀγαθῶν ἀτιμάζεις· τοῦ δὲ πάντων ἡδίστου ἀκούσματος, ἐπαίνου σεαυτῆς, ἀνήκοος εἶ, καὶ τοῦ πάντων ἡδίστου θεάματος ἀθέατος· οὐδὲν γὰρ πώποτε σεαυτῆς ἔργον καλὸν τεθέασαι. τίς δ’ 15 ἂν σοι λεγοίσι τι πιστεύσειε; τίς δ’ ἂν δεομένην τινὸς ἐπαρχέσειεν; ἢ τίς ἂν εὖ φρονῶν τοῦ σοῦ θιάσου τολμήσειεν εἶναι; οἱ νέοι μὲν ὄντες τοῖς σώμασιν ἀδύνατοι εἰσι, πρεσβύτεροι δὲ γενόμενοι ταῖς ψυχαῖς ἀνόητοι, ἀπόνως μὲν λιπαροὶ διὰ νεότητος τρεφόμενοι, ἐπιπώνως δὲ αὐχηροὶ διὰ γήρως περῶντες, τοῖς μὲν πεπραγμένοις αἰσχυνόμενοι, τοῖς δὲ πραττομένοις βαρυνόμενοι, τὰ μὲν ἡδέα ἐν τῇ νεότητι διαδραμόντες, τὰ δὲ χαλεπὰ εἰς τὸ γῆρας ἀποθέμενοι. 20 ἐγὼ δὲ σύνειμι μὲν θεοῖς, σύνειμι δὲ ἀνθρώποις τοῖς ἀγαθοῖς· ἔργον δὲ λὸν οὔτε θεοῖς οὔτ’ ἀνθρώπτοις χωρὶς ἐμοῦ γίγνεται. τιμῶμαι δὲ μάλιστα πάντων καὶ παρὰ θεοῖς καὶ παρὰ ἀνθρώποις οἷς προσήκει, ἀγαπητὴ μὲν συν- 25 εργὸς τεχνίταις, πιστὴ δὲ φύλαξ οἴκων δεσπόταις, εὐμενὴς δὲ παραστάτις οἰκέταις, ἀγαθὴ δὲ συλλήπτρια τῶν ἐν εἰρήνῃ πόνων, βεβαία δὲ τῶν ἐν πολέμῳ σύμμαχος ἔργων, ἀρίστη δὲ φίλας κοινωνός. ἔστι δὲ τοῖς μὲν ἐμοῖς φίλοις ἡδεῖα μὲν καὶ ἀπράγμων σίτων καὶ ποτῶν ἀπόλαυσις· ἀνέχονται γὰρ ἕως ἂν ἐπιθυμήσωσιν αὐτῶν. ὕπνος δ’ αὐτοῖς πάρεισιν ἡδίων ἢ τοῖς ἀμό- 30 χθοις, καὶ οὔτε ἀπολείποντες αὐτὸν ἀχθοῦνται οὔτε διὰ τοῦτον μεθῆσαι τὰ δέοντα πράττειν. καὶ οἱ μὲν νέοι τοῖς τῶν πρεσβυτέρων ἐπαίνοις χαίρουσιν, οἱ δὲ γεραῖτεροι ταῖς τῶν νέων τιμαῖς ἀγάλλονται· καὶ ἡδῶς μὲν τῶν παλαιῶν πράξεων μέμνηνται, εὖ δὲ τὰς παρούσας ἡδονται πράττοντες, δι’ ἐμὲ φίλοι μὲν θεοῖς ὄντες, ἀγαπητοὶ δὲ φίλοις, τίμιοι δὲ πατρίσιν· ὅταν δ’ ἐλθῃ τὸ πεπρωμένον τέλος, οὐ μετὰ λῆθης ἀτίμοι κεῖνται, ἀλλὰ μετὰ μνήμης τὸν 35 ἀεὶ χρόνον ὑμνούμενοι θάλλουσι. τοιαῦτά σοι, ὦ παῖ τοκεῶν ἀγαθῶν Ἡράκλεις, ξέστι διαπονησαμένῳ τὴν μακαριστοτάτην εὐδαιμονίαν κεκτηθῆναι. οὕτω πως διώκει Προδίκος τὴν ὑπ’ Ἀρετῆς Ἡρακλέους παιδευσιν· ἐκόσμησε μέντοι τὰς γνώμας ἐπὶ μεγαλειοτέροις ῥήμασιν ἢ ἐγὼ νῦν.