Ancient Greek
557.4
Prodicus, Testimonia 557.4
Unproofread scanNot analysed yet
ἐπιθυμίαν μὲν διπλασιασθεῖσαν ἔρωτα εἶναι, ἔρωτα δὲ διπλασιασθέντα μανίαν γίγνεσθαι. 8. [PLAT.] Eryxias p. 397 D ff. τούτων μὲν τὸν λόγον, ἔφη ἐγώ, πρῶην ἐν Δυκείῳ ἀνὴρ σοφὸς λέγων, Πρόδικος ὁ Κεῖος, ἐδόκει τοῖς παροῦσι φιλαρεῖν οὕτως, ὥστε μηδένα δύνασθαι πείσαι τῶν παρόντων, ὡς ἀληθῆ λέγει· . . . ἡρώτα γὰρ αὐτὸν τὸ μειράκιον, πῶς οἴεται κακὸν εἶναι τὸ πλουτεῖν καὶ ὅπως ἀγαθόν· ὁ δ' ὑπολαμβάνων, ὡςπερ καὶ σὺ νῦν δή, ἔφη, τοῖς μὲν καλοῖς κάγαθοῖς τῶν ἀνθρώπων ἀγαθὸν καὶ τοῖς ἐπισταμένοις, ὅπου δεῖ χρῆσθαι τοῖς χρήμασι, τοῦτοις μὲν ἀγαθόν, τοῖς δὲ μοχθηροῖς καὶ ἀνεπιστήμοσι κακόν. ἔχει δ', ἔφη, καὶ τἆλλα πράγματα οὕτω πάντα· ὅποιοι γὰρ ἂν τινες ὦσι