Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg3002.tlg008.local001
Prolegomena De Comoedia, De choro 001
Not analysed yet
DE CHORO ὁ κωμικὸς χορὸς συνέστηκεν ἐξ ἀνδρῶν κδʹ· καὶ εἰ μὲν ὡς ἀπὸ τῆς πόλεως ἤρχετο ἐπὶ τὸ θέατρον, διὰ τῆς ἀριστερᾶς ἁψῖδος εἰσῄει, εἰ δὲ ὡς ἀπὸ ἀγροῦ, διὰ τῆς δεξιᾶς, ἐν τετραγώνῳ σχήματι, ἀφορῶν εἰς τοὺς ὑποκριτάς. ἀναχωρούντων δὲ τῶν ὑποκριτῶν ἑπτάκις ἐστρέφετο ὁ χορός, προσέχων ἐφ' ἑκάτερα μέρη τοῦ θεάτρου. ἐκαλεῖτο δὲ τῷ γένει τὸ τοιοῦτον ὄρχημα ††τῆς ὀρχήσεως ††παράβασις ὁμωνύμως τῷ γένει· τὸ τρίτον μακρόν, τὸ καὶ πνίγος· τὸ τέταρτον στροφὴ ἢ ᾠδή· τὸ πέμπτον ἐπίρρημα· τὸ ἕκτον ἀντίστροφος ἢ ἀντῳδή· τὸ ἕβδομον ἀντεπίρρημα.