Ancient Greek
Edition urn:cts:greekLit:tlg3002.tlg016.local001
Prolegomena De Comoedia, De comoedia 001
Not analysed yet
DE COMOEDIA ἡ κωμῳδία ἐκλήθη ἀπὸ τοῦ ἐν κώματι ἤτοι ἐν καιρῷ ὕπνου, ὡς ἔξεστι νοεῖν, ἀπὸ τῶν γεωργῶν ᾄδεσθαι, καὶ ἐτυμολογεῖται "ἡ ἐν κώμασιν ᾠδή". ἢ ὅτι ἐν κώμαις ἢ χωρίοις διερχόμενοι ταῦτα ᾖδον· καὶ γὰρ τὸ πρῶτον οὐχ εὕρηνται τείχη ἐν Λακεδαιμονίᾳ, ἀλλ' ἢ κῶμαι ἤτοι χωρία. ἐκεῖσε οὖν διερχόμενοι ἐκωμῴδουν τὸν ἀδικήσαντα.