Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg3002.tlg007.local001
Prolegomena De Comoedia, De Hellenismo et Atticismo 001
Not analysed yet
DE HELLENISMO ET ATTICISMO ὅτι κατὰ τρόπους δέκα διαφέρει τὸ ἑλληνίζειν τοῦ ἀττικίζειν· κατὰ ἀναλογίαν, παρὰ τὴν ἐτυμολογίαν, παρὰ τὰ σχήματα, παρὰ τὸν σχηματισμὸν τῶν ὀνομάτων, παρὰ τὴν ἀλληγορίαν, παρὰ τοὺς ἀριθμούς, παρὰ τὰ γένη, παρὰ τὰ πνεύματα, παρὰ τοὺς χρόνους, παρὰ τοὺς τόνους. παρὰ μὲν τὴν ἀναλογίαν καὶ ἐτυμολογίαν, ὅτι οἱ μὲν ἑλληνίζοντες τούτοις μάλιστα χρῶνται, οἱ δὲ ἀττικίζοντες οὐδ' ὅλως. παρὰ τὰ σχήματα, ἐπειδὴ πάλιν ἔθος ἐστὶ τοῖς ἀττικοῖς χρῆσθαι σχήμασι, τοῖς δὲ ἑλληνίζουσιν οὐκέτι. παρὰ δὲ τὸν σχηματισμόν, ἐπειδὴ κατὰ πολλοὺς τρόπους ἐκ τῆς ἑλληνικῆς συνηθείας μετασχηματίζεται τὰ ὀνόματα. παρὰ δὲ τοὺς χρόνους, ὅτι συστελλόντων τινὰ τῶν ἑλληνιζόντων αὐτοὶ ἐκτείνουσι μᾶλλον ἢ συστέλλουσι. παρὰ δὲ τὰ πνεύματα, ἐπεὶ δασύνουσιν ἔνια ψιλούντων, ἢ ψιλοῦσι δασυνόντων. παρὰ δὲ τὰ γένη, ἐπειδὴ θηλυκῶς τινα λεγόντων <ἀρσενικῶς> ἢ οὐδετέρως αὐτοὶ προφέρονται, ἢ ἀνάπαλιν ἀρσενικῶς ἢ οὐδετέρως <τινὰ λεγόντων θηλυκῶς> ἐκφέρουσι. παρὰ τοὺς ἀριθμούς, ἐπειδὴ ἑνικῶς τινα λεγόντων πληθυντικῶς λέγουσιν, ἢ καὶ ἀνάπαλιν.