Ancient Greek
Section b
Prolegomena De Comoedia, De metro comico Section b
Not analysed yet
τὸ παρὰ τῷ κωμικῷ ἰαμβικὸν μέτρον ἐν τῇ πρώτῃ καὶ τρίτῃ καὶ πέμπτῃ βάσει δέχεται πόδας εʹ· δάκτυλον (–⏑⏑),σπονδεῖον (––),χορεῖον (⏑⏑⏑),ἀνάπαιστον (⏑⏑–)καὶ τὸν ὁμώνυμον ἴαμβον (⏑–),ἐν δὲ τῇ δευτέρᾳ καὶ τετάρτῃ τοὺς ἀπὸ βραχέων ἀρχομένους, οἷον· χορεῖον (⏑⏑⏑),ἀνάπαιστον (⏑⏑–),ἴαμβον (⏑–),ἐν δὲ τῇ ἕκτῃ ἢ ἴαμβον (⏑–)ἢ πυρρίχιον (⏑⏑).