Ancient Greek · ~1 min
Edition urn:cts:greekLit:tlg3002.tlg011.local001
Prolegomena De Comoedia, De partibus comoediae 001
Not analysed yet
DE PARTIBUS πόσα μέρη κωμῳδίας; πρῶτον· πρόλογος τὸ μέχρι τῆς εἰσόδου τοῦ χοροῦ μέρος. δεύτερον· χορικὸν τὸ τοῦ χοροῦ ᾀδόμενον μέλος. τρίτον· ἐπεισόδιον τὸ μεταξὺ δύο χορικῶν μελῶν. τέταρτον· ἔξοδος τὸ ἐπὶ τέλει λεγόμενον τοῦ χοροῦ. εἴρηται δὲ καὶ πόσα μέρη παραβάσεως. ἡ δὲ παράβασις τοῦ χορικοῦ.