Ancient Greek
Fragment 3a
Promathidas Hist., Fragmenta 3a
Not analysed yet
Idem II, 845: Οὗτός ἐστιν ὁ Ἴδμων, ὃν ἐχρησμῴδησεν ὁ θεὸς ἐξιλάσκεσθαι Μεγαρεῦσι καὶ Βοιωτοῖς, ὅτε τὴν Ἡράκλειαν ἔμελλον κτίζειν. Τοῦτο δὲ ἔφη ὁ Ἀπολλώνιος, ὡς μὴ εἰδότων τῶν Ἡρακλεωτῶν, τίς εἴη ὁ τεθαμμένος παρ' αὐτοῖς, καὶ χρησμῳδηθεὶς εἶναι πολιοῦχος ὑπὸ τοῦ θεοῦ. Λέγει δὲ καὶ Προμαθίδας, ὅτι διὰ τὸ ἀγνοεῖν, ὅστις εἴη, ἐπιχώριον ἥρωα καλοῦσιν οἱ Ἡρακλεῶται.