Ancient Greek
Fragment 5
Promathidas Hist., Fragmenta 5-2
Not analysed yet
Steph. Byz. :Γάλλος, ποταμὸς Φρυγίας. Οἱ περίοικοι κατὰ μὲν Τιμόθεον Ποταμογαλλῖται, κατὰ δὲ Προμαθίδαν Ποταμογαλληνοὶ, οὓς παρατίθεται ὁ Πολυίστωρ ἐν τῷ Περὶ Φρυγίας τρίτῳ· καὶ ὅτι τὸν Γάλλον καὶ τὸν Ἄττιν ἀποκόψαι τὰ αἰδοῖα· καὶ τὸν μὲν Γάλλον ἐλθεῖν ἐπὶ τὸν Τύραν ποταμὸν καὶ οἰκῆσαι καὶ τὸν ποταμὸν Γάλλον καλέσαι. Ἀπ' ἐκείνου γὰρ τοὺς τεμνομένους τὰ αἰδοῖα Γάλλους καλοῦσι.