Ancient Greek
529.2
Protagoras Soph., Testimonia 529.2
Unproofread scanNot analysed yet
οὐτος πρῶτος μισθὸν εἰσπραξάτο μνὰς ἑκατόν· καὶ πρῶτος μέσην χρόνον διώρισε καὶ καιροῦ δύναμιν ἐξέθετο καὶ λόγων ἀγῶνας ἐποίησατο καὶ σοφίσματα τοῖς πραγματολογοῦσι προσήγαγε· καὶ τὴν διάνοιαν ἀφεῖς πρὸς τὸ ὄνομα διελέχθη καὶ τὸ νῦν ἐπιπολαζὸν γένος τῶν ἐριστικῶν ἐγέννησεν· ἄνα καὶ Τιμὼν φησι περὶ αὐτοῦ· 'Πρωταγόρης τ' ἐπίμεικτος ἐριζόμεναι εὖ εἰδώς' [fr. 47]. οὐτος καὶ τὸ Σωκρατικὸν εἶδος τῶν λόγων πρῶτος ἐκίνησε. καὶ τὸν Ἀντισθένους λόγον τὸν πειρώμενον ἀποδεικνύειν, ὡς οὐκ ἔστιν ἀντιλέγειν, οὐτος πρῶτος διελέχεται, καθὰ φησι Πλάτων ἐν Εὐθύδημῳ [286 C]. καὶ πρῶτος κατέδειξε τὰς πρὸς τὰς θέσεις ἐπιχειρήσεις, ὡς φησιν Ἀρετμίδωρος ὁ διαλεκτικὸς ἐν τῷ πρὸς Χρύσιππον. καὶ πρῶτος τὴν καλουμένην τύλην, ἐφ' ἧς τὰ φροτὶα βαστάζουσιν, εὑρεν, ὡς φησιν Ἀριστοτέλης ἐν τῷ περὶ Παιδείας [fr. 63 R.] :φορμοφόρος γὰρ ἦν, ὡς καὶ Ἐπίκουρός πού φησι (s. S. 369, 37), καὶ τοῦτον τὸν τρόπον ἠρῆ πρὸς Δημόκριτον [l. Δημοκρίτον vgl. S. 369, 39] ξύλα δεδεκώς ὀφθεὶς. δεῖλὲ τε τὸν λόγον πρῶτος εἰς τέτταρα, εὐχωλὴν, ἐρώτησιν, ἀπόκρισιν, ἐντολὴν· οἱ δέ, εἰς ἑπτά, διήγησιν, ἐρώτησιν, ἀπόκρισιν, ἐντολὴν, ἀπαγγελίαν, εὐχωλὴν, κλῆσιν, οὕς καὶ πυθμένας εἶπε λόγων. Ἀλκιδάμας δὲ [δ' εἰς Βῡγώτας] τέτταρας λόγους φησι, φάσιν, ἀπόφασιν, ἐρώτησιν, προσαγόρευσιν. πρῶτον δὲ τῶν λόγων ἑαυτὸν ἀνέγνω τὸν Περὶ θεῶν, οὗ τὴν ἀρχὴν ἄνω παρεθέμεθα· ἀνέγνω δ' Ἀθήνησιν ἐν τῇ Εὐριπίδου οἰκίᾳ ἢ, ὡς τινες, ἐν τῇ Μεγακλειδόν· ἄλλοι ἐν Ἀνκείῳ, μαθητοῦ τὴν φωνὴν αὐτῷ χρησάμενος Ἀρχαγόρου τοῦ Θεοδότου. κατηγόρησε δ' αὐτοῦ Πυθόδωρος Πολυζήλον, εἰς τῶν τετρακοσίων· Ἀριστοτέλης δ' Εὐαθλὸν φησιν [fr. 67].