Ancient Greek
532.13 to 533.2
Protagoras Soph., Testimonia 532.13-533.2
Unproofread scanNot analysed yet
15 —VII 389 πᾶσαν μὲν οὖν φαντασίαν οὐκ ἂν εἴποι τις ἀληθῆ διὰ τὴν περιτροπήν, καθάπερ ὁ τε Δημοκρίτος [S. 388, 13. 23] καὶ ὁ Πλάτων ἀντιλέγοντες τῷ Πρωταγόρᾳ ἐδίδασκον· εἰ γὰρ πᾶσα φαντασία ἔστιν ἀληθής, καὶ τὸ μὴ πᾶσαν φαντασίαν εἶναι ἀληθῆ, κατὰ φαντασίαν ὑφιστάμενον, ἔσται ἀληθές, καὶ οὕτω τὸ πᾶσαν φαντασίαν εἶναι ἀληθῆ γενήσεται ψεῦδος. 16 Herm. irrís. 9 [D. 653] ὅρος καὶ κρίσις τῶν πραγμάτων ὁ ἄνθρωπος καὶ τὰ μὲν ὑποπίπτοντα ταῖς αἰσθήσεσιν ἔστι πράγματα, τὰ δὲ μὴ ὑποπίπτοντα οὐκ ἔστιν ἐν τοῖς εἴδεσι τῆς οὐσίας. Vgl. Metrodor. fr. 1, S. 475. 17 ARIST. Metaph. Θ 3. 1047ᵃ4 οὔτε γὰρ ψυχρὸν οὔτε θερμὸν οὔτε γλυκὺ οὔτε ὅλως αἰσθητὸν οὐδὲν ἔσται μὴ αἰσθανομένου· ὥστε τὸν Πρωταγόρον λόγον συμβήσεται λέγειν αὐτοῖς.