Ancient Greek
535.28 to 535.39
Protagoras Soph., Testimonia 535.28-39
Unproofread scanNot analysed yet
τὸ πνεῦμα ψυχρόν ἢ οὐ ψυχρόν φήσομεν, ἢ πεισόμεθα τῶι Πρωταγόρᾳ ὅτι τῶι μὲν ῥιγόντι ψυχρόν, τῶι δὲ μ’ οὔ; —Ἔοικεν. —Οὐκοῦν καὶ φαίνεται οὕτως ἑκατέρῳ; —Ναί. —Τὸ δὲ γε φαίνεται αἰσθάνεται ἔστιν; —Ἔστιν γάρ. —Φαντασία ἄρα καὶ αἴσθησις ταύτῶν ἐν τε θερμοῖς καὶ πᾶσι τοῖς τοιούτοις. οἷα γ’ ἀρ’ αἰσθάνεται ἕκαστος, τοιαῦτα ἑκάστῳι καὶ κινδυνεύει εἶναι . . . 161 C Sokr. Τὰ μὲν ἄλλα μοι πάνυ ἡδέως εἴρηνεν, ὡς τὸ δοκοῦν ἑκάστῳι τοῦτο καὶ ἔστιν· τὴν δ’ ἀρχὴν τοῦ λόγου τεθαύμακα, ὅτι οὐχ εἵπεν ἀρχόμενος τῆς Ἀληθείας ὅτι πάντων χρημάτων μέτρον ἔστιν ὃς ἢ κυνοκέφαλος ἢ τι ἄλλο ἀτοπώτερον τῶν ἔχοντων αἴσθησιν, ἵνα μεγαληπρεπῶς καὶ πάνυ καταφρονητικῶς ἡξάτο ἡμῖν λέγειν, ἐνδεικνύμενος ὅτι ἡμεῖς μὲν αὐτὸν ὡσπερ θεὸν ἐθαυμάζομεν ἐπὶ σοφίᾳ, ὁ δ’ ἄρα ἐτύγχανεν ὧν εἰς φρόνησιν οὐδὲν βελτίων [βρατράχου] γυρίνον, μὴ ὅτι ἄλλον του ἀνθρώπων.