Ancient Greek
538.1
Protagoras Soph., Testimonia 538.1
Unproofread scanNot analysed yet
καὶ Ξανθίππον (ὡς φησὶ Π. εἰπὼν οὕτως· τῶν —ἀμηχανίην)· τοῦτον γὰρ εὐθὺς μετὰ τὴν προσαγγελίαν ἀμφοτέρων τῶν υἱῶν οὐδὲν ἦτον ἑτερανωμένον κατὰ τὸ πάτριον ἦθος καὶ λενχειμονοῦντα δημηγορεῖν βουλάς τ᾽ ἐξαρχοντ᾽ ἀγαθὰς [B 273] πρὸς τε τὸν πόλεμον ἐπιπαραχωμῶντα τοὺς Ἀθηναίους. τῶν γὰρ υἱέων νεανιῶν ὄντων καὶ καλῶν, ἐν ὧκτῷ δὲ ταῖς 5 πάσησιν ἡμέρησι ἀποθανόντων νηπενθέως ἀνέτλη· εὐδίης γὰρ εἶχετο, ἐξ ἧς πολλὸν ὤνητο κατὰ πᾶσαν ἡμέρην εἰς εὐπομίην καὶ ἀνωδυνίην καὶ τὴν ἐν τοῖς πολλοῖσι δόξαν· πᾶς γὰρ τις μὲν ὁρῶν τὰ ἑαυτοῦ πένθεα ἔρρωμένως φέροντα, μεγαλόφρονα τε καὶ ἀν- 10 δρεῖον ἐδόκει εἶναι καὶ ἑαυτοῦ χρείσσον, χάρτα εἰδὼς τὴν ἑαυτοῦ ἐν τοιούσδε πράγμασιν ἀμηχανίην.