Ancient Greek · ~3 min
3 to 8
PROXENUS, Fragmenta 3-8
Not analysed yet
Τινὲς Ἴρου γράφουσι . . . Καὶ Πρόξενος ἐν Ἠπειρωτικοῖς Ἶρόν φῆσι Μερμέρου παῖδα. «Χαονία, μέση τῆς Ἠπείρου. Οἱ οἰκήτορες Χάονες. Ἑλλάνικος Ἱερειῶν Ἥρας τρίτῳ· «Ἀμβρακιῶται καὶ οἱ μετ ̓ αὐτῶν Χάονες καὶ Ἠπειρῶται.» Καὶ ὁ Πρόξενος δὲ καταλέγων αὐτούς φησι· «Χάονες, Θεσπρωτοί, Τυμφαῖοι, Παραύαιοι, Ἀμύμονες, Ἅβαντες, Κασποί.» Ἄλκωνα τὸν Φαλήρου πατέρα Πρόξενος φησὶν υἱὸν Ἐρεχθέως. Φυγεῖν δ ̓ αὐτὸν λέγει ἀπὸ τῆς Ἀττικῆς μετὰ τῆς θυγατρὸς Χαλκιόπης εἰς Εὔβοιαν· ἐξαιτοῦντος δὲ τοῦ πατρὸς οὐκ ἐκδοῦναι τοὺς Χαλκιδέας. Γέλα, πόλις Σικελίας . . . . καλεῖται δὲ ἀπὸ τοῦ ποταμοῦ Γέλα· ὁ δὲ ποταμὸς, ὅτι πολλὴν πάχνην γεννᾷ· ταύτην γὰρ τῇ Ὀπικῶν φωνῇ καὶ Σικελῶν γέλαν λέγεσθαι. Πρόξενος δ ̓ ἐν πρώτῃ τῶν Περὶ πόρθμων Σικελικῶν καὶ Ἑλλάνικος ἀπὸ Γέλωνος, τοῦ Αἴτνης καὶ Ὑμάρου. Πρόξενος δ ̓ ἐν δευτέρῳ Λακωνικῆς πολιτείας ἐπικαλεῖσθαί φησι χαλκίδας παρὰ Λακεδαιμονίοις τὰς θεραπαίνας.