Ancient Greek
226.4
Pseudo-Archytas, Fragmenta 226.4
Unproofread scanNot analysed yet
5. Τὸ δὲ πότᾳ καὶ ὁ χρόνος καθόλου μὲν ἴδιον ἔχει τὸ ἀμερὲς καὶ τὸ ἀνυπόστατον· τὸ γὰρ νῦν ἀμερὲς ἐόν καὶ λεγόμενον ἅμα καὶ νοούμενον παρελήλυθε καὶ οὐκ ἐντί παραμένον· γινόμενον γὰρ συνεχῶς τωιούτῳ μὲν οὐδέποτα σύσδεται κατ’ ἀριθμόν, κατὰ μέντοι γε τὸ εἶδος. Ὁ γὰρ ἐνεστὼς νῦν χρόνος καὶ ὁ μέλλων οὐκ ἐντί οὕτως τῷ προγεγονότι· ὁ μὲν γὰρ ἀπογέγονε καὶ οὐκ ἐτι ἐντί· ὁ δὲ ἅμα νοούμενος καὶ ἐνεστακὼς παρήγγχε. Καὶ οὕτως ἀεὶ συνάπτει τὸ νῦν, συνεχῶς ἄλλο καὶ ἄλλο γινόμενον καὶ φθείρομενον, κατὰ μέντοι γε τὸ εἶδος τωιούτῳ. Πάν γὰρ τὸ νῦν ἀμερὲς