Ancient Greek
226.7
Pseudo-Archytas, Fragmenta 226.7
Unproofread scanNot analysed yet
φρι θόλου καὶ ἀκύτερον κεντοῦσαν τὸν αἰῆρα, τὴν δὲ βαρείαν βραδείαν, ὥστε νωθωτέραν οὔσαν. 7. Μέσαι δὲ ἐνὶ τρεῖς τῇ μουσικῇ· μία μὲν ἀριθμητικὰ, δευτέρα δὲ ἀ γεωμετρικά, τρίτα δὲ ὑπεραντία, ἂν καλέοιν ἀρμονικάν. Ἀριθμητικά μέν, ὅκκα ἔωντι a τρεῖς ὁροι κατὰ ταυτὰν ὑπερχάν ἀνάλογον, ὧν ὅσω πρᾶτος δευτέρω ὑπέρχει, τοσῶ δεύτερος τρίτω ὑπερέχει. Καὶ ἐν ταύτῃ τῇ ἀναλογίᾳ συμπίπτει ἡμεν b τῶν μειζόνων ὁρων διάστημα μειον, τὸ δὲ τῶν μειόνων μειζόν. Ἄ γεωμετρικὴ δέ, ὅκκα ἔωντι c ὡς ὁ πρᾶτος ποτὶ τὸν δεύτερον, καὶ ὁ δεύτερος ποτὶ τὸν τρίτον· τοῦτον οἱ μειζόνες ἴσον ποιούσιν τοὺς μειούνας καὶ οἱ μέιους. Ἄ δὲ ὑπεραντία, ἂν καλοῦμεν ἀρμονικάν, ὅκκα ἔωντι τουτοῦτοι, ὥστα ὡ d ἂν πρᾶτος ὁρος τῷ δευτέρω ὑπερέχῃ ἑαυτῷ μέρει e, ταύτῳ ὁ μέσος τῷ τρίτω ὑπερέχῃ τῷ τρίτῳ μέρει. Γίνεται δὲ ἐν ταύτῃ τῇ ἀναλογίᾳ τῶν μειζόνων ὁρων διάστημα μειζόν, τὸ δὲ τῶν μειόνων μέιον.