Ancient Greek
233.6
Pseudo-Archytas, Fragmenta 233.6
Unproofread scanNot analysed yet
25. Ἐπεὶ δὲ τέλος ἔχοντι ἄ τὰ σημαίνοντα καὶ τὰ ημαίνόμενα, οἷς ποκα ἡ χρῶμενος ἄνθρωπος ἐκπλητὸ τέλος τῶν λόγων σύνταγμα, ποτιδιορισθω ποτὶ τοῖς εἰρημένοις, ὅτι τὰν ἀφαρμογὰν τούτων πάντων οὐχ αὐτὸς ὁ ἄνθρωπος, ἀλλ' ὁ τις ἄνθρωπος ἐπιδέχεται. Καὶ γὰρ ποῖν ἀνάγκα καὶ πάλιν ποσόν, καὶ ποτὶ τί πως ἔχειν τῶν ἀνθρωπινῶν καὶ ποῦ· ἐστὶ δὲ ποιν ἑ καὶ ἄσχειν καὶ κεῖσθαι καὶ ἔχειν τι καὶ ἐν τόπῳ ἤμεν καὶ ποκά. Αὐτὸς δὲ ὁ ἄνθρωπος, ὅς τὰν πρώταν ἐπίδεξεται ἡμασίαν λέγω δὲ ὅτι τὸ τί ἐντὶ κατὰ τὰν ἰδίαν οὐτε ποιότας ἑντὶ οὔτε παλικός, οὔτε ποκὰ γεροντικὸς ἔχων, οὐδὲ μὴν ποίουν τι ἢ πάσχων, οὐδὲ κεῖμενος οὐδὲ ἔχων τι, οὐδὲ ἐν τόπῳ καὶ ποκὰ ὑπάρχων· πάντα γὰρ ταῦτα φυσικᾶς ὡσίας καὶ σωματικᾶς συμβημάτα ἐντὶ, ἀλλ' οὐ νοητὸς καὶ ἀκίνητος καὶ προστέτι ἀμέρους.