Ancient Greek
234.2 to 234.4
Pseudo-Archytas, Fragmenta 234.2-4
Unproofread scanNot analysed yet
27 Τὰ δὲ ποτὶ τι ἄμα ἀνάγκη γίνεσθαι καὶ φθεῖρεσθαι· ἀδύνατον γὰρ διπλάσιον μὲν ἔμειν, ἡμίσεος δὲ μὴ ἔμειν ἢ ἡμίσεον μὲν ἔμειν, διπλάσιον δὲ μὴ εἶναι· καὶ αἰκὰ τι γίνεται διπλάσιον, ἄμα καὶ ἡμίσειον γίνεται· καὶ αἰκὰ τι φθείρεται διπλάσιον, ἄμα καὶ ἡμίσεον φθείρεται. 28 Τῶν δὲ ποτὶ τι τὰ μὲν ἀντιστρέφει ἀλλήλοις ἐκατέρων, ὡς τὸ μειζόν καὶ τὸ μέσον καὶ τὸ ἀδελφὸν καὶ τὸ ὁμοῖον· τὰ δὲ ἔχει μὲν ἀντιστροφᾶν, οὐ μὴν ἐξ ἀμφοτέρων γε μερῶν. Ἄμα γὰρ ἐπιστήμη λέγεται τῷ ἐπιστηταῷ καὶ αἴσθησις τῷ αἰσθανομένῳ, οὐ μὴν ἀνάπαλιν