Ancient Greek
ΑΝΩΝΥΜΟΥ ΑΡΡΙΑΝΟΥ, ΩΣ ΦΕΡΕΤΑΙ ΠΕΡΙΠΛΟΥΣ ΕΥΞΕΙΝΟΥ ΠΟΝΤΟΥ ἑκατέρων τῶν ἠπείρων, τῶν τε παρὰ τὴν Ἀσίαν τῶν τε παρὰ τὴν Εὐρώπην τόπων, οὔτως· Βιθυνίας τῆς πρὸς τῷ Πόντῳ περίπλους· Παφλαγονίας περίπλους· Πόντων τῶν δύο περίπλους· τῶν ἐν τῇ Εὐρώπη μερῶν τοῦ Πόντου περίπλους.
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 1
Not analysed yet
1. Κατὰ τὸν Θράκιον καὶ τὸ στόμα τοῦ Εὐξείνου πόντου ἐν τοῖς δεξιοῖς τῆς Ἀσίας μέρεσιν, ἅπερ ἐστὶ τοῦ Βιθυνῶν ἔθνους, κεῖται χωρίον λεγόμενον Ἱερὸν, ἐν ᾧ ναός ἐστι Διὸς Οὐρίου προσαγορευόμενος. Τοῦτο δὲ τὸ χωρίον ἀφητήριόν ἐστι τῶν εἰς τὸν Πόντον πλεόντων. Εἰσπλεύσαντι δὲ εἰς τὸν Πόντον, δεξιὰν δὲ τὴν Ἀσίαν ἔχοντι καὶ περιπλέοντι τὸ λειπόμενον μέρος τῶν Βιθυνῶν ἔθνους τὸ πρὸς Πόντῳ κείμενον, ὁ περίπλους οὕτω πως ἔχει·