Ancient Greek
10 to 11
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 10-11
Not analysed yet
10. Ἡράκλεια Βοιωτῶν κτίσις καὶ Μεγαρέων· ἐντὸς δὲ ταύτην Κυανέων κτίζουσιν ὁρμηθέντες ἀπὸ τῆς Ἑλλάδος καθ᾿ οὓς χρόνους ἐκράτησε Κῦρος Μηδίας. 11. Ὁμοῦ ἀπὸ τοῦ Ἱεροὺ ἕως Ἡρακλείας στάδια αφν΄, μίλια σς΄, ∠΄Ϛ΄ ἐπ᾿ εὐθείας δὲ πλέοντι στάδια ασ΄, μίλια ρξ΄ Ἀπὸ δὲ Ἡρακλείας εἰς Ἀπολλωνίαν τὴν ἐν Εὐρώπη ἐν τῷ Θρᾳκίῳ ἔθνει καὶ καταντικρὺ κειμένην ,στάδια α· γίνονται μίλια ρλγ΄, ∠΄Ϛ΄.