Ancient Greek
14 to 16
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 14-16
Not analysed yet
14. Οὗτος ὁ Παρθένης πλωτός ἐστι, καταφέρων ἄη. ῥεῖθρον ἡσυχώτατον· ἐν αὐτῷ δὲ λόγος Ἀρτέμιδος εἶναι λουτρὸν ἐπιφανέστατον. 15. Ἀπὸ δὲ τοῦ Παρθενίου εἰς Ἀμάστραν, τὴν καὶ Ἄμαστριν λεγομένην, πόλιν Ἑλληνίδα, ἔχουσαν καὶ ποταμὸν, πρότερον λεγομένην Σήσαμον, στάδια ϟ΄, μίλια ιβ΄. Ἅπὸ δὲ Ἡρακλείας εἰς Ἄμαστριν στάδια Ψ΄, μίλια ϟ΄. 16. Ὧν δὴ τόπων ἄρξαι Φινέα τοῦ Τυρίου Φοίνικος· ὁστέροις δὲ χρόνοις κατελθεῖν ἐξ Ἰωνίας στόλον Μιλησίων, καὶ κτίσαι ταύτας τὰς πόλεις, ἃς εἰς Ἄμαστριν ὕστερον συνήγαγεν, ἐπὶ τῶν τόπων κτίσασα ὁμώνυμον πόλιν, Ἄμαστρις ἡ Ὀξυάθρου μὲν ἱστορουμένη θυγάτηρ ὑπάρχειν, ὡς ὁ λόγος, τοῦ Περσικοῦ, τοῦ δὲ Ἡρακλείας τοῦ Διονυσίου τοῦ τυράννου γενομένη γυνή.