Ancient Greek
Βιθυνίας τῆς πρὸς τῷ Πόντῳ περίπλους.
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 20
Not analysed yet
20. Ἀπὸ δὲ Ἰωνοπόλεως εἰς Αἰγινήτην, πολίχνιον καὶ ποταμὸν, στάδια ρκ΄, μίλια ιϚ΄. Ἀπὸ δὲ Αἰγινήτου εἰς Κίμωλιν κώμην, νῦν Κινώλην λεγομένην, στάδια ξ΄, μίλια η΄. Ἐν Κινώλῃ σαλεύοιεν ἂν νῆες ὥρᾳ ἔτους ἔχει δὲ καὶ ὕφορμον εἰς τὴν καλουμένην Ἀντικίνωλιν. Ἀπὸ δὲ Κινώλης εἰς Στεφάνην, κώμην καὶ λιμένα, στάδια ρπ΄, μίλια κδ΄. Ἀπὸ δὲ Στεφάνης εἰς Ποταμοὺς χωρίον στάδια ρν΄, μίλια κ΄. Ἀπὸ δὲ τῶν Ποταμῶν εἰς Συριάδα Ἀκρουλεπτὴν στάδια ρκ΄, μίλια ιϚ΄. Ἀπὸ δὲ Συριάδος Ἀκρουλεπτῆς κόλπος ἐκδέχεται· εἰσπλεύσαντι δὲ αὐτὸν εἰς Ἀρμένην, κώμην καὶ λιμένα μέγαν, στάδια ξ΄, μίλια η΄ ἔστι δὲ παρὰ τὸν λιμένα ποταμὸς Ὀχθομανὴς ὀνόματι.