Ancient Greek
Βιθυνίας τῆς πρὸς τῷ Πόντῳ περίπλους.
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 23
Not analysed yet
23. Ἀπὸ δὲ Σινώπης εἰς Εὔαρχον ποταμὸν, ἤδη Εὔηχον λεγόμενον, στάδια π΄, μίλια ι΄, ∠΄Ϛ΄. Οὗτος ὁ Εὔαρχος ποταμὸς ὁρίζει τὴν Παφλαγονίαν καὶ τὴν ἐχομένην Καππαδοκίαν· οἱ παλαιοὶ γὰρ τήν Καππαδοκίαν καθήκειν βούλονται μέχρι τοῦ Εὐξείνου Πόντου· τινές δὲ αὐτοὺς Λευκοσύρους ἐκάλεσαν· νυνὶ δὲ μετὰ τὴν Παφλαγονίαν τὰ ἐχόμενα μέχρι τῶν βαρβαρικῶν ὁρίων ἰδίως Πόντος καλεῖται· διήρηται δὲ εἰς ἐπαρχίας δύο.